[ ]
Amorgos — Minoa — end 3rd/2nd c. BC
1 | Κρ[ίτω]ν Νικοθέμιος εἶπεν· ὑπὲρ [ὧ]ν Νι- |
κόθε[μι]ς [Κ]ρίτωνος προεγράψατο, ὅπως | |
πρόξενος γένηται Ἀκεστίας Νο[υ]- | |
μηνίου Καρπασεώτης, περὶ οὖν τού- | |
5 | των δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, |
εἶναι πρόξενον Ἀκεστίαν Νουμηνίου Κ[αρ]- | |
πασεώτην τοῦ δήμου τοῦ Μινοητῶν, κα[ὶ] | |
εἶναι αὐτῶι πρόσοδον πρὸς τὴν βουλὴν | |
καὶ τὸν δῆμον, ἐάν του χρείαν ἔχηι· ἀνα- | |
10 | γράψαι δὲ αὐτοῦ τὴν προξενίαν εἰς τὸ ἱε- |
ρὸν τοῦ Σαράπιος, τῆς δὲ ἀναγραφῆς | |
ἐπιμεληθῆναι Νικόθεμιν· στεφανούτω- | |
σαν δὲ αὐτὸν θαλλοῦ στεφάνωι καὶ οἱ πρυ- | |
τάνεις καὶ ὁ ταμίας, καὶ ἀνακηρυσσέτωσα[ν] | |
15 | αὐτοῦ τὸν στέφανον ἐν τῶι ἱερῶι τοῦ Σαρά- |
πιος ὅταν συντελῆται τὰ Σαραπιεῖα κα- | |
θ’ ἕκαστον ἐνιαυτόν· |