[ ]
Amorgos — Minoa — 3rd c. BC
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
1 | [․․․ ὁ δ]ῆμος, προξέ[νους δὲ εἶναι αὐτοὺς καὶ εὐεργέ]- |
[τας] τοῦ δήμου καὶ αὐτο[ὺ]ς [καὶ ἐκγόνους], | |
[κ]αὶ εἶναι αὐτοῖς εἴσπλουν κα[ὶ <ἔκπλουν καὶ> ἐν πολέμωι κ]α[ὶ] ἐν ε[ἰρήνηι] | |
ἀσυλεὶ καὶ ἀσπονδεί, καὶ πρό[σοδον πρὸς τ]ὴν βουλὴν | |
5 | καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις μετὰ τὰ ἱ- |
ερά· στεφανῶσαι δὲ αὐτοὺς χρυσῶι στεφάνωι | |
ἀπὸ δραχμῶν ἑκατόν· δοῦναι δὲ καὶ εἰς θυσίαν καὶ ξέ- | |
νια αὐτοῖς δραχμὰς πεντήκοντα· ἀνακηρῦξαι δὲ | |
τὸν στέφανον καὶ τὰς τιμὰς τὰς ἐψηφισμένας | |
10 | τοῖς δικασταῖς τοὺς στρατηγοὺς τοὺς περὶ Πάγκριτον |
τοῖς τε Διονυσίοις καὶ τοῖς Ἡραίοις· ἀναγράψαι δὲ τόδε τὸ | |
ψήφισμα εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, ἐπιμεληθῆναι δὲ τῆς ἀναγρα- | |
φῆς τοὺς πρυτάνεις τοὺς περὶ Αἰ[νησίλ]ε[ω]ν· ε[ἰς δὲ τὸ δα]πάνημα | |
[τοῦτο ὑπηρετ]ῆσαι τοὺς νεωποί[ας τοὺς περὶ — — — — — — —] | |
15 | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |