IG XII,7 225
[ ] Amorgos — Minoa — 3rd c. BC
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 [․․․ ὁ δ]ῆμος, προξέ[νους δὲ εἶναι αὐτοὺς καὶ εὐεργέ]-
[τας] τοῦ δήμου καὶ αὐτο[ὺ]ς [καὶ ἐκγόνους],
[κ]αὶ εἶναι αὐτοῖς εἴσπλουν κα[ὶ <ἔκπλουν καὶ> ἐν πολέμωι κ]α[ὶ] ἐν ε[ἰρήνηι]
ἀσυλεὶ καὶ ἀσπονδεί, καὶ πρό[σοδον πρὸς τ]ὴν βουλὴν
5 καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις μετὰ τὰ ἱ-
ερά· στεφανῶσαι δὲ αὐτοὺς χρυσῶι στεφάνωι
ἀπὸ δραχμῶν ἑκατόν· δοῦναι δὲ καὶ εἰς θυσίαν καὶ ξέ-
νια αὐτοῖς δραχμὰς πεντήκοντα· ἀνακηρῦξαι δὲ
τὸν στέφανον καὶ τὰς τιμὰς τὰς ἐψηφισμένας
10 τοῖς δικασταῖς τοὺς στρατηγοὺς τοὺς περὶ Πάγκριτον
τοῖς τε Διονυσίοις καὶ τοῖς Ἡραίοις· ἀναγράψαι δὲ τόδε τὸ
ψήφισμα εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, ἐπιμεληθῆναι δὲ τῆς ἀναγρα-
φῆς τοὺς πρυτάνεις τοὺς περὶ Αἰ[νησίλ]ε[ω]ν· ε[ἰς δὲ τὸ δα]πάνημα
[τοῦτο ὑπηρετ]ῆσαι τοὺς νεωποί[ας τοὺς περὶ — — — — — — —]
15 — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us