[ ]
Amorgos — Minoa — 250-200 BC
6 | Ἰασίδημος Μνήσιος εἶπεν· ἐπειδὴ παραγενόμενος |
Διοκλείδας ἀπεσταλμένος ὑπὸ τοῦ βασιλέως | |
Ἀντιγόνου τάς τε ἐπιστολὰς ἀπέδωκε τὰς παρὰ | |
τοῦ βασιλέως, καὶ αὐτὸς δὲ διελέγη παρακαλῶν τὸν | |
10 | δῆμον ἀπολυθῆναι τῆς κατεστώσης ταραχῆς, εἰς τε |
τὸ λοιπὸν ἐπαγγέλλεται ἀγαθὸν ὅτι ἂν δύνηται | |
ποιήσειν καὶ λόγωι καὶ ἔργωι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι | |
δήμωι, ἐπαινέσαι Δ<ι>οκλείδαν Πύρρου Μεγαρέα | |
ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἧς ἔχων διατελεῖ εἰς | |
15 | τὸν δῆμον, καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφά- |
νωι ἐν τῶι θεάτρωι, τῶι ἀγῶνι τῶν αὐλητῶν, τοῖς | |
Ἑκατονβίοις· εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέτην | |
τοῦ δήμσυ τοῦ Μινοητῶν καὶ αὐτὸν καὶ ἐκγόνους· | |
δεδόσθαι δὲ αὐτοῖς καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
20 | καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις μετὰ τὰ |
ἱερά. καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδεὶ | |
καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, ὅπως καὶ οἱ λοιποὶ εἰδῶσιν | |
ὅτι ὁ δῆμος ὁ Μινοητῶν ἐπίσταται τὰς ἀξίας χάριτας | |
ἀποδιδόναι· δοῦναι δὲ αὐτῶι καὶ ξένια τοὺς στρατηγοὺς | |
25 | ἀπὸ δραχμῶν πεντήκοντα, τοὺς δὲ ταμίας |
εἰς ταῦτα ὑπηρετεῖν δανεισαμένους, κομιδὴν | |
δὲ εἶναι αὐτοῖς αὐτοῦ καὶ τόκου ἀπὸ τῆς δεκάτης | |
τῶν προσόδων. ἀναγράψαι δὲ αὐτοῦ τὴν προξενίαν | |
τοὺς νεωποίας τοὺς περὶ φᾶνον εἰς τὸ ἱερὸν τοῦ | |
30 | Ἀπόλλωνος τοῦ Δηλίου, καὶ τὸ δαπάνημα δοῦναι |
ἀπὸ τῶν προσόδων. |