[ ] Amorgos — Minoa — 250-200 BC
6 Ἰασίδημος Μνήσιος εἶπεν· ἐπειδὴ παραγενόμενος
Διοκλείδας ἀπεσταλμένος ὑπὸ τοῦ βασιλέως
Ἀντιγόνου τάς τε ἐπιστολὰς ἀπέδωκε τὰς παρὰ
τοῦ βασιλέως, καὶ αὐτὸς δὲ διελέγη παρακαλῶν τὸν
10 δῆμον ἀπολυθῆναι τῆς κατεστώσης ταραχῆς, εἰς τε
τὸ λοιπὸν ἐπαγγέλλεται ἀγαθὸν ὅτι ἂν δύνηται
ποιήσειν καὶ λόγωι καὶ ἔργωι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι
δήμωι, ἐπαινέσαι Δ<ι>οκλείδαν Πύρρου Μεγαρέα
ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἧς ἔχων διατελεῖ εἰς
15 τὸν δῆμον, καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφά-
νωι ἐν τῶι θεάτρωι, τῶι ἀγῶνι τῶν αὐλητῶν, τοῖς
Ἑκατονβίοις· εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέτην
τοῦ δήμσυ τοῦ Μινοητῶν καὶ αὐτὸν καὶ ἐκγόνους·
δεδόσθαι δὲ αὐτοῖς καὶ πρόσοδον πρὸς τὴν βουλὴν
20 καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις μετὰ τὰ
ἱερά. καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδεὶ
καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, ὅπως καὶ οἱ λοιποὶ εἰδῶσιν
ὅτι ὁ δῆμος ὁ Μινοητῶν ἐπίσταται τὰς ἀξίας χάριτας
ἀποδιδόναι· δοῦναι δὲ αὐτῶι καὶ ξένια τοὺς στρατηγοὺς
25 ἀπὸ δραχμῶν πεντήκοντα, τοὺς δὲ ταμίας
εἰς ταῦτα ὑπηρετεῖν δανεισαμένους, κομιδὴν
δὲ εἶναι αὐτοῖς αὐτοῦ καὶ τόκου ἀπὸ τῆς δεκάτης
τῶν προσόδων. ἀναγράψαι δὲ αὐτοῦ τὴν προξενίαν
τοὺς νεωποίας τοὺς περὶ φᾶνον εἰς τὸ ἱερὸν τοῦ
30 Ἀπόλλωνος τοῦ Δηλίου, καὶ τὸ δαπάνημα δοῦναι
ἀπὸ τῶν προσόδων.
Search Help
Contact Us