[ ]
Amorgos — Minoa — 250-200 BC
| 6 | Ἰασίδημος Μνήσιος εἶπεν· ἐπειδὴ παραγενόμενος |
| Διοκλείδας ἀπεσταλμένος ὑπὸ τοῦ βασιλέως | |
| Ἀντιγόνου τάς τε ἐπιστολὰς ἀπέδωκε τὰς παρὰ | |
| τοῦ βασιλέως, καὶ αὐτὸς δὲ διελέγη παρακαλῶν τὸν | |
| 10 | δῆμον ἀπολυθῆναι τῆς κατεστώσης ταραχῆς, εἰς τε |
| τὸ λοιπὸν ἐπαγγέλλεται ἀγαθὸν ὅτι ἂν δύνηται | |
| ποιήσειν καὶ λόγωι καὶ ἔργωι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι | |
| δήμωι, ἐπαινέσαι Δ<ι>οκλείδαν Πύρρου Μεγαρέα | |
| ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἧς ἔχων διατελεῖ εἰς | |
| 15 | τὸν δῆμον, καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφά- |
| νωι ἐν τῶι θεάτρωι, τῶι ἀγῶνι τῶν αὐλητῶν, τοῖς | |
| Ἑκατονβίοις· εἶναι δὲ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέτην | |
| τοῦ δήμσυ τοῦ Μινοητῶν καὶ αὐτὸν καὶ ἐκγόνους· | |
| δεδόσθαι δὲ αὐτοῖς καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
| 20 | καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις μετὰ τὰ |
| ἱερά. καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδεὶ | |
| καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, ὅπως καὶ οἱ λοιποὶ εἰδῶσιν | |
| ὅτι ὁ δῆμος ὁ Μινοητῶν ἐπίσταται τὰς ἀξίας χάριτας | |
| ἀποδιδόναι· δοῦναι δὲ αὐτῶι καὶ ξένια τοὺς στρατηγοὺς | |
| 25 | ἀπὸ δραχμῶν πεντήκοντα, τοὺς δὲ ταμίας |
| εἰς ταῦτα ὑπηρετεῖν δανεισαμένους, κομιδὴν | |
| δὲ εἶναι αὐτοῖς αὐτοῦ καὶ τόκου ἀπὸ τῆς δεκάτης | |
| τῶν προσόδων. ἀναγράψαι δὲ αὐτοῦ τὴν προξενίαν | |
| τοὺς νεωποίας τοὺς περὶ φᾶνον εἰς τὸ ἱερὸν τοῦ | |
| 30 | Ἀπόλλωνος τοῦ Δηλίου, καὶ τὸ δαπάνημα δοῦναι |
| ἀπὸ τῶν προσόδων. |