[ ]
Amorgos — Arkesine — 2nd/1st c. BC
1 | τὸν δεκαὲξ ἐτέων ἀριθμοὺς προφέροντ’ ἐν ἐφήβ[οις] |
αἰνόδακρυν λεύσσεις, ξεῖνε, τὸν ἐν φθιμένοις, | |
πρὶν τελέσαι λυκάβαντος ὅλον δρόμον. ἦλθε γὰρ ἄλαας | |
τύρσιδος ἀγριόνους οὐχ ὅσιός τις ἀνήρ, | |
5 | καὶ σὺν ὁμαλικίοισι νέων ἀνὰ γυμνάδα φαιδρὰν |
στείχοντ’ ἀνδροφόνωι δεξιτερᾶι παλάμαι | |
λόγχας ῥοιζήεντα βαλὼν ἀφύλακτον ἀκωκὴν | |
ἐν σταδίῳ πλευραῖς πικρὸν ἐνῆκε βέλος. | |
ἄχρι δ’ ἐπ’ ὀστέον ἦλθεν, ἑλεῖν δέ τις οὐδ’ ἐπαρῆξαι | |
10 | ἠδύνατ’ ἀλλὰ βίαι γ’ εἶκε, μόλις δ’ Ἄρεως |
ἡλκύσθη προβολᾶι διὰ σώματος, αἷμα δ’ ἀνέρρει. | |
χὣ μὲν ἔβα π[ε]λάγους [β]ένθος ἐπ’ ἀτρύγετον, | |
πεμπταῖον δ’ ἐμὲ {με} [μο]ῖρα [τ]ὸν ἐξ ἀγέλας Διότιμον | |
ἠιθέων οἰκτρὰ μάρ{ι}[ψε]νι {²⁶μάρψεν}²⁶ ἐν Ἀρκεσίναι | |
15 | πατρίδι· καὶ μάτηρ μὲ[ν Ἀ]ρισταρέτη σὺν ὀδυρμῶι |
κώκυσεν, γενέτας δ’ [ἔστενε Σ]ωσαγόρας | |
δακρυχέων γηραιό[ς, ἔ]δεκτ[ο] γὰρ ἀντὶ τροφήων | |
ἐλπίδος ἐν μελάθροις [π]ένθος, ἐπεὶ νεκύων | |
[εἰς ὀλ]οοὺς ἐπέρασα μυχούς· ὁ δὲ σύντροφος Ἑρμᾶς | |
20 | [ὡδήγ]ησε λαβὼν χῶρον <ἐς εὐσεβέων>. |