[ ]
Amorgos — Arkesine — 2nd/1st c. BC
| 1 | τὸν δεκαὲξ ἐτέων ἀριθμοὺς προφέροντ’ ἐν ἐφήβ[οις] |
| αἰνόδακρυν λεύσσεις, ξεῖνε, τὸν ἐν φθιμένοις, | |
| πρὶν τελέσαι λυκάβαντος ὅλον δρόμον. ἦλθε γὰρ ἄλαας | |
| τύρσιδος ἀγριόνους οὐχ ὅσιός τις ἀνήρ, | |
| 5 | καὶ σὺν ὁμαλικίοισι νέων ἀνὰ γυμνάδα φαιδρὰν |
| στείχοντ’ ἀνδροφόνωι δεξιτερᾶι παλάμαι | |
| λόγχας ῥοιζήεντα βαλὼν ἀφύλακτον ἀκωκὴν | |
| ἐν σταδίῳ πλευραῖς πικρὸν ἐνῆκε βέλος. | |
| ἄχρι δ’ ἐπ’ ὀστέον ἦλθεν, ἑλεῖν δέ τις οὐδ’ ἐπαρῆξαι | |
| 10 | ἠδύνατ’ ἀλλὰ βίαι γ’ εἶκε, μόλις δ’ Ἄρεως |
| ἡλκύσθη προβολᾶι διὰ σώματος, αἷμα δ’ ἀνέρρει. | |
| χὣ μὲν ἔβα π[ε]λάγους [β]ένθος ἐπ’ ἀτρύγετον, | |
| πεμπταῖον δ’ ἐμὲ {με} [μο]ῖρα [τ]ὸν ἐξ ἀγέλας Διότιμον | |
| ἠιθέων οἰκτρὰ μάρ{ι}[ψε]νι {²⁶μάρψεν}²⁶ ἐν Ἀρκεσίναι | |
| 15 | πατρίδι· καὶ μάτηρ μὲ[ν Ἀ]ρισταρέτη σὺν ὀδυρμῶι |
| κώκυσεν, γενέτας δ’ [ἔστενε Σ]ωσαγόρας | |
| δακρυχέων γηραιό[ς, ἔ]δεκτ[ο] γὰρ ἀντὶ τροφήων | |
| ἐλπίδος ἐν μελάθροις [π]ένθος, ἐπεὶ νεκύων | |
| [εἰς ὀλ]οοὺς ἐπέρασα μυχούς· ὁ δὲ σύντροφος Ἑρμᾶς | |
| 20 | [ὡδήγ]ησε λαβὼν χῶρον <ἐς εὐσεβέων>. |