[ ] Amorgos — Arkesine — end 4th/beg. 3rd c. BC — IG XII,7 Corr. Add. p. xi
See also:
A — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 — — — — — — — — — — — — — — — — — — —ος — — — — — — — — — — —
[— — — — — — — — — — — — — — — — — Ἀλ]έξανδρο[ς — — —]
[— — — ἐδάνεισεν τῆι πόλει τῆι Ἀρκεσινέων] ἀργ[υρ]ίου [Ἀττι]-
[κοῦ δραχμὰς ․․․․ισχιλίας ․․․․κοσίας] τριάκοντα ἀ[κίν]-
5 [δυνον παντὸς κινδύνου Ἀλεξάνδρωι ἐπὶ τ]όκωι δ[ρα]χμ[ῆι τὴν]
[μνᾶν ἑκάστην τοῦ μηνὸς ἑκάστου δανε]ιστῶν αἱρεθέν[των]
[δημοσίαι — — — — — — — — —]νος κατὰ τὸ ψή[φισ]-
[μα ὁ εἶπεν {²ὁ δεῖνα}². ὑπέθετο δὲ Ἀλέξ]ανδρος [τ]ά {[τ]ά} τε κο[ινὰ]
[τὰ τῆς πόλεως ἅπαντα καὶ τὰ ἴδια τὰ Ἀρ]κεσινέων καὶ τῶν οἰκ[ούν]-
10 [των ἐν Ἀρκεσίνηι μετοίκων ἅπ]α<ν>τα καὶ ἔγγαια καὶ ὑπερπόντ[ια].
[ἀποδώσουσιν τὸν μὲν τόκο]ν κατ’ ἐνιαυτὸν ἕκαστον δώδεκα μη-
[νῶν οἱ ταμίαι οἱ τὰς προσ]όδους ἐκλέγοντες τὰς Ἀρκεσιν[έων]·
[ἐὰν δὲ τὸν τόκον μὴ] ἀποδῶσιν, πρακτοὶ ἔ[σ]τω[ν Ἀλεξάνδρωι]
[οἱ μὴ ἀποδόντες διπλ]άσιον τὸ ἀργύρ<ι>ον ἐκ τῶ[ν ἰδίων πράξει]
15 [πάσηι καθάπερ δίκην ὠφ]ληκότες ἐξούλη[ς ἐν τῆι ἐκκλήτωι καὶ]
[ὄντες ὑπερήμεροι, καὶ μ]ὴ ἔστω ὑπόλογο[ς τῆι πόλει τοῦτο τὸ ἀργύ]-
[ριον εἰς τὸ δάνειον {²κτλ.}²]
B.18 [— — — — — — — — — — — — — — — — — — — — — — — — — τὸ δὲ ἀρχαῖον]
[ἀργύριον ἀποδώσουσι]ν ἐν τ[ρ]ιμήνωι ἀφ’ ὁ͂υ ἂ[ν ἀπαιτήσηι Ἀλέξαν]-
20 [δρος· ὅταν δὲ ἀποδῶ]σι τὸν τόκον ἢ τὸ ἀρχαῖον, ἀπ[ο]δ[ώσ]ο[υσιν][λεξάν]-
[δρωι, ἄλλωι δὲ οὐδεν]ὶ ζῶντος Ἀλε[ξ]άνδρου, νόμισμα <Ἀ>ττικὸν ἢ Ἀλε-
[ξάνδρειον ἢ Δημητ]ρίειον ὁλοσχε[ρέ]ς, δόκιμον, [ἄ]συλον, ἀνέπαφον, ἀτε-
[λὲς πάντων, ὅπου ἂ]ν κελεύηι Ἀλέ[ξα]νδρος ἐν [Ἀμ]οργῶι· ἐὰν δὲ μὴ ἀποδῶ-
[σιν κατὰ τὰ γεγραμμέ]να, ὡμολόγησαν καὶ δι[έθ]εν[το Ἀ]ρκεσινεῖς ὀφειλεῖν
25 [Ἀλεξάνδρωι ἀργυρίο]υ Ἀττικοῦ δραχμὰς μ[υ]ρίας [καὶ τόκο]ν τὸν γινόμε-
[νον καθ’ ἕκαστον ἐνια]υτόν· καὶ ἐξέστω πράξ[ασθαι Ἀλεξά]νδρωι ταῦ[τα]
[τὰ χρήματα πράξει π]άσει ἔκ τε τῶν κοιν[ῶν τῶν Ἀρκεσιν]έων πά[ν]-
[των καὶ ἐκ τῶν ἰδίων τῶν Ἀρ]κεσινέων κα[ὶ ἐκ τῶν ἰδίων τῶν ἐν] Ἀρκε-
σίνηι κατ[οικούντων μετ]οίκων οὗ ἂν [ὑπάρχηι κατακείμενα, καὶ ἐξ ἑ]-
30 νὸς ἑκάστου ἅ[παν τὸ ἀργύριον] κα<ὶ> ἐξ ἁπά[ντων τρόπωι ὧι ἂν ἐπίσ-
τηται καθάπερ δίκην [ὠφληκότων ἐ]ξού[λης ἐν τῆι ἐκκλήτωι καὶ ὄν-
των ὑπερημέρων ἀζημί[ωι ὄντι πάσης ζημίας. καὶ ὅτι ἂν ἐνεχυρά]-
σηται ἢ εἰσπράξηται Ἀλέξανδρος, μὴ εἶ[ναι Ἀρκεσινεῦσιν ὑπόλογον]
τούτων εἰς τὴν ἀπόδοσιν χρημάτων ὧν ὀφείλ[ουσιν. ἀζημίους]
35 δὲ ἀφῆκαν καὶ ἀνυποδίκους Ἀρκεσινεῖς καὶ ἐάν τινες ἄ[λλοι πράτ]-
τωσιν τὰ χρήματα κελεύοντος Ἀλεξάνδρου· ἐὰν δέ τις ἀφαιρῆται [Ἀρ]-
[κε]σινέων τὰ ἐνέχυρα ἢ τῶν οἰκούντων ἐν Ἀρκεσίνηι τοὺς πράτ-
τοντας ἢ ἐνίστηται τῆι πράξει ἢ ἄρχων ἢ ἰδιώτης τρόπωι ἢ παρευ-
ρέσει ἡιτινιοῦν, ἀποτεισάτω Ἀλεξάνδρωι ἀργυρίου δραχμὰς δισχ[ι]-
40 λίας καὶ πρακτὸς ἔστω τοῦτο τὸ ἀργύριον ὡς ὠφληκὼς δίκην Ἀ-
λεξάνδρωι ἐξούλης ἐν τῆι ἐκλήτωι καὶ ὢν ὑπερήμε-
ρος, καὶ τῆι πόλει μὴ ἔστω ὑπόλογος ταῦτα τὰ χρήματα εἰς τὴν
ἀπόδο[σ]ιν τοῦ δανείου. καὶ ἐάν τι βλάβος ἢ ἀνάλωμα γένηται εἰς
τὴν εἴσπραξιν τῶν χρημάτων, εἶναι τῆι πόλει τῆι Ἀρκεσινέων,
45 καὶ ἀποδότω καὶ τοῦτο τὸ ἀργύριον μετὰ τοῦ ἄλλου δανείου. τῆς
δὲ συνγραφῆς τῆσδε ὡμο[λ]όγησαν Ἀρκεσινεῖς μηθὲν εἶναι κυριώτε-
ρον μήτε νόμον μήτε ψήφισμα μήτε δόγμα μήτε στρατηγὸν μήτε
ἀρχὴν ἄλλα κρίνο[υ]σαν ἢ τὰ ἐν [τ]ῆι συνγραφῆι γεγραμμένα μηδὲ ἄλ-
λο μηθὲν μήτε τέ[χ]νηι μήτε παρευρέσει μηδεμιᾶι, ἀλλ’ εἶναι
50 τὴν συνγραφὴν κυρίαν οὗ ἂν ἐπιφέρηι ὁ δανείσας ἢ οἱ πράσσοντες
ὑπὲρ αὐτοῦ. τὴν δὲ συνγραφὴν τήνδε ἀναγραψάντων οἱ δανεισταὶ
εἰστήλην λιθίνην καὶ θέντων εἰς τὸ ἱερὸν τῆς Ἥρας. μάρτυρες·
Μεταγένης, Στρατῶναξ, Μικίων, Σωκράτης, Ἀπατόριος, Ἐπιγέ-
νης, Ξενότιμος, Νικάνωρ, Ἀκεσιππίδης, Ποσειδώνιος, Θεύκρι-
55 τος, Τιμοκράτης, Ξενοκλῆς, Δεξίβιος, Μνησαγόρας, Ἀγήνωρ,
Ἀλεξίων, Γηθιμένης.
Search Help