[ ] Amorgos — Arkesine — 4th c. BC
1 ․․ΔΙ[․․․․․․․․․․․․ {²1}² ὁ] μισθωσάμενος ․․․․․․․․․․
․․․Μ[․․․․ ἐγγυητὰς κατασ]τήσει τοῖς νεωποί[αι]ς ἀ[ξ]ιό[χρεως]
․․․․․ει․․․ανα․․ης․․․․․ο․․ητ[α]ι παντὸς το[ῦ] μι[σθώματος],
[καὶ τ]ὸ μίσθ[ωμα ἀπ]ο[δώσει ἐμ] μηνὶ Θαργηλιῶνι καθ’ [ἕκα]σ[τον τὸν]
5 [ἐνιαυ]τὸ[ν ἀ]τελ[ὲς πάντω]ν· εἰὰν δὲ μὴ [ἀ]ποδῶι, π[ρακ]-
[τὸς ἔ]σ[τω] τοῖς ν[εωποίαις τοῦ] ἡμιολίου καὶ αὐ[τ]ὸς κ[αὶ]
[οἱ ἐγγ]υηταί. {²2}² τὴγ γῆ[ν ἀρόσε]ι ἐναλλὰξ καὶ οὐκ [ἀ]μφ[ι․․]
․․․ι, εἰ νέον ἀροῖ το[ὺς] ἁλίους ἀρότους. ἀμπέλους δ[ὲ]
[σκ]άψει δίς, τὸμ πρ[ῶ]το[ν μ]ηνὸς Ἀνθε[σ]τηριῶνος, τ[ὸν]
10 δεύτερον σκαφη[τὸ]ν [μηνὸς] Ταυρειῶνος πρὸ εἰκάδ[ος]·
συκᾶς ἅπαξ. τούτων ὅ[τ]ι [ἂ]ν μὴ [ἐργά]σηται κατὰ τ[ὴν]
συγ[γ]ρ[α]φήν, ἀποτείσει τ[ῆς ἀ]μ[π]έλο[υ][κά]στης καὶ συκ[ῆς]
ὀβολόν, ἀρότου ἑκάστου ζ[υ]γοῦ τρεῖς δραχμάς.
{²3}² οἱ δ’ ἐγγυηταὶ ἐγγυάσθω[σαν π][ν] τὸ τοῦ μισθώματο[ς]
15 καὶ τῶν ἐπέργων ἁπάντων [ἀπ][τεισ]μα, εἰὰμ μὲν βού-
ληται ἔχεν ὁ μισθωσάμεν[ος· ε][δ]ὲ μή, οἱ νεωποῖαι [μι]-
σθούντων. {²4}² τειχία τὰ πίπτον[τα] ἀφ’ αὑτοῦ ἀνορθώσ[ει]·
εἰὰν δὲ μὴ ἀνορθώσηι, ὀφειλέτω ἑκάστης ὀρ[γυιᾶς]
δραχμήν. φράξει τὰ ἐφ’ ὁδοῦ τειχία ἅπαντα καὶ πεφρ[α]-
20 γμ[έν]α [κα]τ[α]λείψει ἀπιών. ∶ {²5}² κοπροφορὰς ἐμβαλεῖ ἑκ[άσ]-
του ἐνιαυτοῦ πεντήκοντά τε καὶ ἑκατὸν με[τ]ρητίδα[ς]
ἀρσίχ[ω]ι χ[ω]ρούσηι μέδ[ι]μνον τέσσαρα ἡμίεκτα· ἐὰν
δὲ μὴ ἐμβάληι, ἀποτείσει ἑκάστης ἀρσίχου τριώβολο[ν]·
πίστιν δὲ ποιήσει πρὸς τοὺς νεωποίας, ἦ μὴν ἐμβεβλη-
25 κέναι τὴ[ν κό]προν κατὰ τὴν συγγραφήν. ∶ {²6}² τέγη στεγνὰ
παρέξει κ[αὶ κα]ταλείψας παραδώσει. {²7}² τὰς ἀμπέλους τὰς
ἐκκοπτομένας ἀποδιδόσθωσα[ν] οἱ νεωποῖαι. ∶ {²8}² τὰς τράφα[ς]
ὀρ[ύ]ξει ἐμ μηνὶ Εἰραφιῶνι, ὅπου ἂν σταθμήσωνται οἱ νε[ω]-
ποῖαι, τετρ[ά]ποδας καὶ τρίποδας, καὶ τὰ φυτὰ ἐμβαλεῖ
30 παρόντων τῶν νεωποιῶν, ἀμπέλους εἴκοσιν δι’ ὁπόσου
ἂν κελεύωσιν οἱ νεωποῖαι, συκᾶς δέκα, καθ’ ἕκαστον τὸν
ἐνια[υ]τόν, καὶ ἐποικοδομήσει τειχίον ὑπὲρ γῆς· πίθω[ν]
ἐγγύην ἕ[ξ]ει, ἐὰμ μὴ τειχίον γίνηται· ὁ δὲ μισθωσάμενο[ς]
πίστιν ἐπιθήσει πρὸς τοὺς νεωποίας· ἐὰν δὲ μὴ ἐμφυτ[εύ]-
35 [σηι] τὰ φυτά, ἀποτεισάτω ἑκάστου δραχμήν. ∶ {²9}² πρόβατα [δὲ]
[MH\] E)CE/STW E)MBIBA/SKEN EI)S TO\ TE/MENOS MHDENI/: EI)A\N D' [E)M]-
[βιβά]σκηι, ἔστω [τὰ] πρόβατα ἱερὰ τοῦ Διὸς τοῦ Τεμενίτου· [ἐν]-
[δεικνύεν][ξ]έστω τῶι βουλουένωι ἐπὶ τῶι ἡμίσει εἰς τὴν
[βουλήν. {²10}² εἰὰ]ν βούλωνται οἱ νεωποῖαι προσθέτας συκᾶς [φυ]-
40 [τεύε]ν ε․․․․[α]τρ․․, ἐξέστω αὐτοῖς. {²11}² ὅταν δὲ ἀπίηι ὁ γεωρ-
[γός, κ]ατ[α]λει[ψάτω κο]προφορὰς ἑκατὸν πεντήκοντα καὶ
[παρ]αμετρησά[τω] τοῖς νεωποίαις ἀρσίχωι χωρούσηι
[μ]έδιμνον τέσσα[ρα ἡ]μίεκτα· ἐὰν δὲ μὴ παραμετρήσηι,
[ἀπ]οτεισάτ[ω] ἑκάσ[της] ἀρσίχου δραχμήν· εἰσπραξάντων
45 [δὲ] οἱ νε[ωποῖα]ι ἢ αὐτ[οὶ ὀ]φειλόντων διπλάσιον. {²12}² παρασκά-
[ψει] τὴγ γῆν ν[ε]ιάν· εἰὰν δὲ μὴ παρασκάψηι, ἀποτινέτω κʹ.
{²13}² [τὰς ζημία]ς [ἁπάσας] ἀποδιδ[ότω] ἅμα τῶι μισθώματι. {²14}² ἀποδ[ι]-
δότω [τὸ τέλος], ὅσον [ἂ]ν τ[ο][ἐ]νιαυτοῦ, χωρὶς τοῦ μισθώμ[ατος]
το[ῖς ταμίαις] ἐμ μηνὶ Θαργηλιῶνι· εἰὰν δὲ μὴ ἀποδ[ῶι],
50 πρακτὸς ἔστω τοῦ ἡμιολίου τοῖς [τα]μίαις. {²15}² ὅσα δ’ ἂν ἀμφισ[βητ]-
[ῆι ἅ]μ[α] τ[ῶ]ι․․․․ωι πωλούντων ταῦτα οἱ νεωποῖαι ἐν τ[ῆι]
[ἀγορᾶι τῶι τὸ] πλεῖστον ποιοῦντι, ἢ αὐτοὶ ἀποτινόντων
[․․․․․․․ τῶι βο]υλομένωι ἔστω ἐπὶ τῶι ἡμίσει ἐνδεικνύ[εν]
[․․․․․․․․ εἰς τοὺς] μαστ[ῆ]ρας. {²16}² ἂν φυτεύηι καὶ ὑπάγη[ι ․․]
55 ․․․․․․․․․․․․․․ εἰ δὲ [μ]ή, ἀποτείσει ἑκάστης ὀργυ[ιᾶς]
․․․․․․․․․
Search Help
Contact Us