[ ] Amorgos — Arkesine — ca. 300 BC
[ὅρος οἰκιῶν καὶ κήπων τῶν πρ]-
1 ὸς ταῖς οἰκιαῖς, τῶν ἀποτετι-
μημένων Νικησαρέτηι εἰς τὴ-
ν προῖκα, καθιερωμένων καὶ ἀ-
νακειμένων τῆι Οὐρανίαι Ἀ-
5 φροδίτει τῆι ἐν Ἀσπίδι ὑπὸ Νι-
κησαρέτης τῆς γυναικὸς {τ}
τῆς Ναυκράτους καὶ κυρίου
Ναυκράτους καὶ κατὰ τὰς δι-
αθήκας τὰς κειμένας ἐν τῶι
10 ἱερῶι τῆς Ἀφροδίτης καὶ παρ’ Ε-
ὐνομίδει τῶι ἄρχοντι καὶ π-
αρὰ τῶι θεσμοθ[έ]τει Κτησι-
φῶντι.
     Ἀφ(ροδίτης).
Search Help
Contact Us