[ ]
Amorgos — Arkesine — 4th/beg. 3rd c. BC
1 | θεοί. |
ἐπ’ ἄρχοντος Φανοκράτους, μηνὸς | |
Ἀνθεστηριῶνος, ἀπέδοτο Νική- | |
ρατος καὶ Ἡγεκράτη καὶ ὁ κύριο[ς] | |
5 | Τελένικος Κτησιφῶντι Πυθίπ- |
που τὰ χωρία καὶ τὴν οἰκί[α]ν κ[α]ὶ | |
τὸγ κέραμον ἅπαντα ἅ ἔχε[ι] διε- | |
λόμενος Νικήρατος πρὸς τὸν | |
ἀδελφὸν Ἀνθίνην, καὶ τὰ χωρία | |
10 | ἃ ἐπρίατο Νικήρατος παρὰ Ἰσχυρί- |
ωνος ἅπα[ν]τα, καὶ τὰ χωρία ἃ ἔχει | |
θέμενος Ν[ικήρ]ατος παρὰ Ἐξακέσ- | |
του ἅπαντα [ἀ]ργυρίου δραχμῶν | |
πεντακισχιλίων, ἐπὶ λύσει· | |
15 | ὑποτελεῖ δὲ μίσθωμα Νικήρατος |
Κτησιφῶντι καθ’ ἕκαστον ἐνιαυ- | |
τὸν ἀργυρίου δραχμὰς πεντα- | |
[κ]οσίας ἀτελεῖς. |