[ ] Amorgos — Arkesine — 4th/beg. 3rd c. BC
1           θεοί.
ἐπ’ ἄρχοντος Φανοκράτους, μηνὸς
Ἀνθεστηριῶνος, ἀπέδοτο Νική-
ρατος καὶ Ἡγεκράτη καὶ ὁ κύριο[ς]
5 Τελένικος Κτησιφῶντι Πυθίπ-
που τὰ χωρία καὶ τὴν οἰκί[α]ν κ[α]
τὸγ κέραμον ἅπαντα ἅ ἔχε[ι] διε-
λόμενος Νικήρατος πρὸς τὸν
ἀδελφὸν Ἀνθίνην, καὶ τὰ χωρία
10 ἃ ἐπρίατο Νικήρατος παρὰ Ἰσχυρί-
ωνος ἅπα[ν]τα, καὶ τὰ χωρία ἃ ἔχει
θέμενος Ν[ικήρ]ατος παρὰ Ἐξακέσ-
του ἅπαντα [ἀ]ργυρίου δραχμῶν
πεντακισχιλίων, ἐπὶ λύσει·
15 ὑποτελεῖ δὲ μίσθωμα Νικήρατος
Κτησιφῶντι καθ’ ἕκαστον ἐνιαυ-
τὸν ἀργυρίου δραχμὰς πεντα-
[κ]οσίας ἀτελεῖς.
Search Help
Contact Us