[ ] Amorgos — Arkesine
1 [— — — — — — — — — — — — Ναξίων τῶν]
[Ἀρκέ]σιναν τὰν Ἀ[μο]ργὸν κατοικού[ν]-
[των ἔδοξε βο]υ[λῇ δήμ]ῳ· γνώμη σ[τρα]-
[τηγῶν· εἰσηγησαμέν]ου τὸ ψήφισμα
5 [{²τοῦ δεῖνος τοῦ}² — — —]χίδου· ἐγράφ[η]
[κατὰ τὸν νόμο]ν· ἐ[πειδὴ] Αὐρ. Θηρωνίδ[ης]
[․․․․․άρχου ἀνδρὸ]ς οὐκ ἀσήμου πα-
[ρ’ ἡμῖν πάσας τε ἀρχὰς κ]ὲ λιτουργίας ἐκτε-
[λέσαντος, αὐτός τε] Θηρωνίδης παρ’ ἡ[μῖν]
10 [διήνεγκε]ν [ἐνιεικί]ᾳ ἐγήμασέ τε Αὐρ. Ἐρ[ε]-
[φύλην ․․․]ράτου θυγάτηρ <κὲ> ἐτέκνωσεν ἐ[ξ]
[αὐτῆς] παῖδας γʹ, τά τε νῦν ἐπιστᾶσα
[ἡ ἀ]πα[ρέ]τητος εἱμαρμένη ἀπήγαγεν ἔ-
[τι] νεώτε[ρον] ὑπάρχοντα ἐτῶν μʹ, τὸ μὲν
15 σῶμα παραπέν[ψασ]θε ἡμᾶς ἐπὶ τῇ κη-
δίᾳ [αὐ]τοῦ, παρα[μ]υθήσασθε δὲ κὲ παρε-
νέσε τὴν σύνβιον αὐτοῦ Ἐρεφύλην [κ]
τὸν ἀδελφὸν αὐ[τ]οῦ Αὐρ. Ἀσκληπιόδοτον
κὲ Αὐρ. Ἑρμογένην τὸν [πρ][τ]ον ὑὸν α[ὐ]-
20 τοῦ [ἄ]νδρα κα[λὸν] κὲ [ἀξιό]λογον κὲ τοὺς
γέ[ν]ει προσήκοντας, [γε]ννέω[ς] φέρειν
τὸ συνβὰν ὑπ’ [αὐτῇ τ]ῇ ἀπαρ[ετ]ήτ[ῳ θα]-
νάτου μοίρᾳ· ἀν[αγορε]ύεσθε δὲ αὐτὸν
ἐν τοῖς παρ’ ἡμε[ῖν] ἀγομένοις θυμελι-
25 κοῖς ἀγῶσι[ν, ὅτι] ὁ δῆμος Ἀρκεσινέων στε-
φα[νοῖ] χρυσῷ σ[τε]φάνῳ Αὐρ. Θηρωνίδην
․․․․․άρ[χ]ο[υ ἥρ]οα.
Search Help
Contact Us