[ ]
Amorgos — Arkesine — 242 AD
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
1 | ς ἐπεικὴς — — — — — — — — — — — — — — — — — — — — — — |
․․․․․ος πᾶν τὸ γένος α[ὐτοῦ ἔν τε ταῖς ἀρχαῖς ταῖς λοι]- | |
παῖς γεγ[έν]ηνται — — — — — — — — — — — — — — — — — — | |
— — — φι[λο]τίμως, γήμαν[τός τ]ε α[ὐτο]ῦ Αὐρ. Ζω[σί]- | |
5 | μην Εὐτύχους ἐτέκνωσεν ἐξ [αὐ]τῆς [θ]υγατέρα |
[μ]ὲν Ἐπίκτησιν, παῖδα δὲ Ὀκτ[άβιον] καὶ ἕτερ[ον ὑπο]- | |
μάστιον Ζώσιμ<ο>ν, [ὡ]ρᾴζων τ[ε ἡλικ]ίᾳ ἐξ ἀνθρώπ[ω]ν | |
ἀπῆ{απη}λθεν {²⁶ἀπῆλθεν}²⁶, νήπια καταλιπ[ὼ]ν τὰ τέκνα· ὥσπερ | |
δένδρον εἵμερον εὐθαλὲς ὑπὸ [π]νεύμ[ατο]ς ἐκρει- | |
10 | ζοθὲν ἐπὶ τῆς γῆς ἔπεσεν, οὕτως [κ]αὶ ὁ Ὀκτ[άβ]ιος |
μοιριδίως ἔπεσεν ἐπὶ τὴν πεπρωμένην α[ὐ]τῷ | |
εἱμαρμένην, πένθος ἄτλητον καταλιπὼν | |
γονεῖσιν αὐτοῦ, ζήσας ἐπὶ πάντα τὸν τῆς | |
ζωῆς αὐτοῦ χρόνον κοσμίως τε καὶ μεγαλο- | |
15 | φρόνως, ὡς ἄν εἴποι τις πανκάλλιστος στέ- |
φανος τοῦ ἰ[δίο]υ γένους γενάμενος ἱερός τε | |
καὶ εὐπρεπὴς ἀνήρ· διὸ δεδόχθαι διὰ τοῦ- | |
δε τοῦ ψηφίσματος, τὸ μὲν σῶμα τοῦ τηλι- | |
κούτου ἀνδρὸς πανδημὶ παραπένψασθαι | |
20 | ἡμᾶς ἐπὶ τὴν κηδείαν αὐτοῦ, παραμυθή- |
σασθαι δὲ τὸν πατέρα αὐτοῦ Αὐρ. Ἑρμέαν, | |
καὶ τὴν μητέρα Αὐρ. Ἐλπιτύχην, | |
καὶ τὴν σύνβιον αὐτοῦ Αὐρ. Ζωσίμην, | |
καὶ τοὺς γλυκυτάτους ἀδελφοὺς αὐτοῦ Αὐ- | |
25 | ρηλίους Ζώσιμον καὶ Ἡρακλείδην καὶ Ὀλυμπια- |
νὸν καὶ Ἐπάγαθον, καὶ τὰς [ἀδ]ελφὰς αὐτοῦ Αὐρη- | |
λίας Αὔγην καὶ Ἐλπιτύχην, καὶ τοὺς θείους αὐτοῦ | |
Αὐρ. Ζώσιμον καὶ Ἡρα[κλ]είδην καὶ τοὺς γένει προ- | |
σήκοντας γενναίως φέριν τὸ συνβάν, εἰδότας | |
30 | ὅτι οὔτε χρημάτων οὔτε κολακείᾳ οὔτε ἱκετείᾳ |
οὔτε δάκρυ[σιν] ἄ[ν]θρω[πος τ]ῆς εἱμαρμένης | |
ὅρον ὑπερβῆναι δυνηθήσεταί ποτε· ἀναγορεύ- | |
εσθαι δὲ αὐτὸν ἐν τοῖς παρ’ ἡμεῖν ἀγομένοις θυ- | |
μελικοῖς ἀγῶσιν, ὅτι ὁ δῆμος ὁ Ἀρκεσινέων στε- | |
35 | φανοῖ χρυσῷ στεφάνῳ Αὐρ. Ὀ[κτ]άβι[ον] ἥρωα. |
περὶ τοῦ αὐτοῦ ἐγράφησαν ἁπλᾶ ψηφίσματα δύο, | |
ἐξ ὧν τὸ ἕν ἀπετέθη ἰς τὰ ἀρχεῖα, τὸ δὲ ἕτερον ἔλα- | |
βεν ὁ Ἑρμῆς. ἐγένετο ἐν Ἀμοργῷ Ἀρκεσίνῃ πρὸ γʹ εἰ- | |
δῶν Δεκεμβρίων, Εὐεττίῳ {²⁶Οὐεττίῳ}²⁶ Ἀττικῷ καὶ Ἀσινίῳ Πραι- | |
40 | τε[ξ]τάτῳ ὑπάτοις. {²vac.}² |
Αὐρ. Εὐτυχίδης Ναξ[ί]ου εἰσηγησάμην, | |
Αὐρ. Ἑρμαγόρας βʹ ἐπεψηφισάμην. |