[ ] Amorgos — Arkesine — 242 AD
— — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 ς ἐπεικὴς — — — — — — — — — — — — — — — — — — — — — —
․․․․․ος πᾶν τὸ γένος α[ὐτοῦ ἔν τε ταῖς ἀρχαῖς ταῖς λοι]-
παῖς γεγ[έν]ηνται — — — — — — — — — — — — — — — — — —
— — — φι[λο]τίμως, γήμαν[τός τ]ε α[ὐτο]ῦ Αὐρ. Ζω[σί]-
5 μην Εὐτύχους ἐτέκνωσεν ἐξ [αὐ]τῆς [θ]υγατέρα
[μ]ὲν Ἐπίκτησιν, παῖδα δὲ Ὀκτ[άβιον] καὶ ἕτερ[ον ὑπο]-
μάστιον Ζώσιμ<ο>ν, [ὡ]ρᾴζων τ[ε ἡλικ]ίᾳ ἐξ ἀνθρώπ[ω]ν
ἀπῆ{απη}λθεν {²⁶ἀπῆλθεν}²⁶, νήπια καταλιπ[ὼ]ν τὰ τέκνα· ὥσπερ
δένδρον εἵμερον εὐθαλὲς ὑπὸ [π]νεύμ[ατο]ς ἐκρει-
10 ζοθὲν ἐπὶ τῆς γῆς ἔπεσεν, οὕτως [κ]αὶ ὁ Ὀκτ[άβ]ιος
μοιριδίως ἔπεσεν ἐπὶ τὴν πεπρωμένην α[ὐ]τῷ
εἱμαρμένην, πένθος ἄτλητον καταλιπὼν
γονεῖσιν αὐτοῦ, ζήσας ἐπὶ πάντα τὸν τῆς
ζωῆς αὐτοῦ χρόνον κοσμίως τε καὶ μεγαλο-
15 φρόνως, ὡς ἄν εἴποι τις πανκάλλιστος στέ-
φανος τοῦ ἰ[δίο]υ γένους γενάμενος ἱερός τε
καὶ εὐπρεπὴς ἀνήρ· διὸ δεδόχθαι διὰ τοῦ-
δε τοῦ ψηφίσματος, τὸ μὲν σῶμα τοῦ τηλι-
κούτου ἀνδρὸς πανδημὶ παραπένψασθαι
20 ἡμᾶς ἐπὶ τὴν κηδείαν αὐτοῦ, παραμυθή-
σασθαι δὲ τὸν πατέρα αὐτοῦ Αὐρ. Ἑρμέαν,
καὶ τὴν μητέρα Αὐρ. Ἐλπιτύχην,
καὶ τὴν σύνβιον αὐτοῦ Αὐρ. Ζωσίμην,
καὶ τοὺς γλυκυτάτους ἀδελφοὺς αὐτοῦ Αὐ-
25 ρηλίους Ζώσιμον καὶ Ἡρακλείδην καὶ Ὀλυμπια-
νὸν καὶ Ἐπάγαθον, καὶ τὰς [ἀδ]ελφὰς αὐτοῦ Αὐρη-
λίας Αὔγην καὶ Ἐλπιτύχην, καὶ τοὺς θείους αὐτοῦ
Αὐρ. Ζώσιμον καὶ Ἡρα[κλ]είδην καὶ τοὺς γένει προ-
σήκοντας γενναίως φέριν τὸ συνβάν, εἰδότας
30 ὅτι οὔτε χρημάτων οὔτε κολακείᾳ οὔτε ἱκετείᾳ
οὔτε δάκρυ[σιν][ν]θρω[πος τ]ῆς εἱμαρμένης
ὅρον ὑπερβῆναι δυνηθήσεταί ποτε· ἀναγορεύ-
εσθαι δὲ αὐτὸν ἐν τοῖς παρ’ ἡμεῖν ἀγομένοις θυ-
μελικοῖς ἀγῶσιν, ὅτι ὁ δῆμος ὁ Ἀρκεσινέων στε-
35 φανοῖ χρυσῷ στεφάνῳ Αὐρ. Ὀ[κτ]άβι[ον] ἥρωα.
περὶ τοῦ αὐτοῦ ἐγράφησαν ἁπλᾶ ψηφίσματα δύο,
ἐξ ὧν τὸ ἕν ἀπετέθη ἰς τὰ ἀρχεῖα, τὸ δὲ ἕτερον ἔλα-
βεν ὁ Ἑρμῆς. ἐγένετο ἐν Ἀμοργῷ Ἀρκεσίνῃ πρὸ γʹ εἰ-
δῶν Δεκεμβρίων, Εὐεττίῳ {²⁶Οὐεττίῳ}²⁶ Ἀττικῷ καὶ Ἀσινίῳ Πραι-
40 τε]τάτῳ ὑπάτοις. {²vac.}²
Αὐρ. Εὐτυχίδης Ναξ[ί]ου εἰσηγησάμην,
Αὐρ. Ἑρμαγόρας βʹ ἐπεψηφισάμην.
Search Help
Contact Us