[ ] Amorgos — Arkesine — 3rd c. AD
— — — — — — — — — — — — — — — — — — — —
[— — — — — — — — — — — — — — — — ἐθερά]-
1 πε[υ]εν ἀδελ[φ— — — — — καλ]οκαγαθία<ν>
μὲν(?) ἅπασι καὶ φιλανδρείαν ἐνδειξαμένη,
ἔτι νέα παντελῶς τῇ ἡλικίᾳ καὶ ἐν τῷ ὡρεωτά-
τῳ τῆς ἀκμῆς ἄνθει καθεστῶσα, τὰ νῦν ὑπὸ
5 τῆς ἀνηλεοῦς καὶ ἀπαραιτήτου εἱμαρμέν[ης]
αἰφνίδιον ἀνήρπασται καὶ ἀπελήλυθεν ἐξ [ἀν]-
θρώπων, πάντων τε ἐπὶ τούτῳ [ἀ]νειω[μέ]-
νων καὶ δακρυώντων καὶ σχεδὸν ἴδιον ἀδ[ίκη]-
μα ἡγουμένων· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δ[ή]-
10 μῳ, τειμῆσαι μὲν τὴν ἡρωΐδα διὰ τοῦδε τοῦ
ψηφίσματος, παραινέσαι δὲ τούς τε γονεῖς
καὶ ἀδελφοὺς καὶ συνγενεῖς καὶ τὸν ἄνδρα
αὐτῆς Αὐρ. Θεόδοτον Ἄνθου, ὅς καὶ αὐτὸς
καὶ παρὰ δύναμιν τὴν παρ’ ἡμεῖν ἐπώνυμον
15 ἀρχὴν προθύμ[ως ἐ]ν τῷ π[α]ρῳχηκότι ἔτει
[ἐξετέλεσεν — — — — — — — — — — — — — —]
Search Help
Contact Us