[ ]
Amorgos — Arkesine — 3rd c. AD
— — — — — — — — — — — — — — — — — — — — | |
[— — — — — — — — — — — — — — — — ἐθερά]- | |
1 | πε[υ]εν ἀδελ[φ— — — — — καλ]οκαγαθία<ν> |
μὲν(?) ἅπασι καὶ φιλανδρείαν ἐνδειξαμένη, | |
ἔτι νέα παντελῶς τῇ ἡλικίᾳ καὶ ἐν τῷ ὡρεωτά- | |
τῳ τῆς ἀκμῆς ἄνθει καθεστῶσα, τὰ νῦν ὑπὸ | |
5 | τῆς ἀνηλεοῦς καὶ ἀπαραιτήτου εἱμαρμέν[ης] |
αἰφνίδιον ἀνήρπασται καὶ ἀπελήλυθεν ἐξ [ἀν]- | |
θρώπων, πάντων τε ἐπὶ τούτῳ [ἀ]νειω[μέ]- | |
νων καὶ δακρυώντων καὶ σχεδὸν ἴδιον ἀδ[ίκη]- | |
μα ἡγουμένων· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δ[ή]- | |
10 | μῳ, τειμῆσαι μὲν τὴν ἡρωΐδα διὰ τοῦδε τοῦ |
ψηφίσματος, παραινέσαι δὲ τούς τε γονεῖς | |
καὶ ἀδελφοὺς καὶ συνγενεῖς καὶ τὸν ἄνδρα | |
αὐτῆς Αὐρ. Θεόδοτον Ἄνθου, ὅς καὶ αὐτὸς | |
καὶ παρὰ δύναμιν τὴν παρ’ ἡμεῖν ἐπώνυμον | |
15 | ἀρχὴν προθύμ[ως ἐ]ν τῷ π[α]ρῳχηκότι ἔτει |
[ἐξετέλεσεν — — — — — — — — — — — — — —] |