[ ]
Amorgos — Arkesine
[ἔδοξεν τῇ βουλῇ καὶ] | |
1 | [τῶι] δή[μ]ωι· [γνώμη] |
[πρυτ]άνεων· — — — — — — | |
— — — — — — — — — — —ΣΙΟ̣ | |
— — — — —σι․․ε | |
5 | [․․ ἐπειδὴ Θεοδο]σία Φι[λίππ]ο[υ θυ]- |
[γάτηρ, γυ]νὴ δὲ ․ε․․․․․․ τοῦ Παν- | |
[․․․․ίδα] τὴν εἰς τὴν πατρίδαν εὔ- | |
[νοιαν καὶ φιλοτιμία]ν ἐναποδεί- | |
[ξασθαι] προελομένη φ[ιλο]δόξως, | |
10 | [ἐπηγγείλατ]ο εἰς ἐπανόρθωσιν τῆς πόλε- |
[ως διὰ τὸ εἶ]ναι εὐσεβεστάτη καὶ κηδε- | |
[μονικὴ τὴν] ἐκ πολλῶν χρόνω[ν] ἠμελη- | |
[μένην καὶ πεπτ]ωκ[υῖ]αν ἀγορὰν ἐπι- | |
[φανῶς κατα]σ[κ]ε[υ]άσα[ι, ταῖ]ς ἰδί[αι]ς δαπάναις | |
15 | [ἐθέλου]σα κοσμῆσαι τὸ πολίτευμα· |
[τύχῃ ἀ]γαθῇ, δεδόχθαι τὴν εὐεργέτιν | |
[τιμᾶσθ]αι, διὰ τοῦδε τοῦ ψηφίσματος | |
[εὐχαρισ]τοῦντος τοῦ δήμου ἡμῶν· | |
[ἀναθε]ῖναι δὲ ἐν ἐπισήμῳ τόπῳ τῆς | |
20 | [ἀγορᾶς ἐν]χαραχθὲν τὸ ψήφισμα καὶ |
[τὴν ἐπιγ]ραφὴν δοθῆναι αὐτῇ τῆς | |
[κατασκευ]ῆς, ἵνα καὶ οἱ μεταγενέστε- | |
[ροι εἰδ]ῶσιν· ἀνακηρυσσέσθω δὲ | |
[ὁ στέφανος] ἐν τοῖς ἐπιτελουμένοις χο- | |
25 | [ρικοῖς ἀγ]ῶσιν ἐν τῷ θεάτρῳ· ἀνακηρύσ- |
[σεσθαι δέ], ὅτι στεφανοῖ ὁ δῆμος ὁ Αρκεσι- | |
[νέων Θεο]δοσίαν Φιλίππου χρυσῷ | |
[στεφάν]ῳ ἀρετῆς ἕνεκεν καὶ καλο- | |
[καγαθία]ς ἧς ἐνεδείξατο εἰς τὸν | |
30 | [δῆμον]· ὁ δὲ γραμματεὺς τῆς βου- |
[λῆς ․․․․]κλειτος Ἰατροκλέους ἀνα- | |
[γραψάτω] τὸ ψήφισμα καὶ εἰς τὰ δη- | |
[μόσια γ]ραμματοφυλάκια. | |
[ἔδ]οξεν πάσαις. |