[ ] Amorgos — Arkesine — 2nd c. BC
1              [θ]εοί.
[ἔδοξεν τεῖ βου]λεῖ καὶ τῶι δήμωι Κ[αλλ]ιππίδης
[․․․․ου] εἶπεν· Αὐτοκλῆ] Α[ὐτοκλ]έους
[ἐπε]στάτει· ἐπειδὴ ὁ δ[ῆμος ὁ Ῥοδί]ων
5 [ὑ]πάρχων φίλος καὶ εὔνου[ς τοῦ δημοῦ]
[τ]οῦ ἡμετέρου ἀπέσταλ[κεν ψήφισμα]
[κ]αὶ ἄνδρας Δεινοκλῆν Φι[λίππου, Ἁγη]-
σιάνακτα Τελεσικράτου, ἀκολ[ούθω]-
ς δὲ καὶ οἱ ἄνδρες ἐπελθόντες ἐ[πὶ τ]-
10 ὸν δῆμον διελέγησαν ἀξίως καὶ [ἀκ]-
ολούθως τοῖς ἐν τῶι ψηφίσματι
[κ]ατακεχωρισμένοις· περὶ δὴ τού-
των δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι
δήμωι, ἐπαινέσαι Δεινοκλῆν καὶ Ἀ-
15 γησιάνακτα καὶ στεφανῶσαι αὐτο-
ὺς χρυσῶι στεφάνωι κατὰ τὸν νό-
μον· εἶναι δὲ αὐτοὺς προξένους
καὶ εὐεργέτας τοῦ δήμου τοῦ Ἀρκε-
σινέων καὶ αὐτοὺς καὶ ἐγγόνους
20 καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκ<ί>ας ἔγ-
[κ]τησιν καὶ πρόσοδ[ο]ν πρὸς τὴν βο-
υλὴν καὶ τὸν δ[ῆμον π]ρώτοις με-
τὰ τὰ ἱερά· ὑπ[άρχειν δὲ α]ὐτοῖς καὶ
τὰ ἄλλ[α πάντα ὅσα καὶ τοῖς ἄλλοι]-
25 ς προ[ξένοις καὶ εὐεργέταις δίδοται]·
ἀνα[γράψαι δὲ τόδε τὸ ψήφισμα — —]
— — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us