[ ]
Amorgos — Arkesine — 2nd c. BC
| 1 | [θ]εοί. |
| [ἔδοξεν τεῖ βου]λεῖ καὶ τῶι δήμωι Κ[αλλ]ιππίδης | |
| [․․․․ου] εἶπεν· Αὐτοκλῆ[ς] Α[ὐτοκλ]έους | |
| [ἐπε]στάτει· ἐπειδὴ ὁ δ[ῆμος ὁ Ῥοδί]ων | |
| 5 | [ὑ]πάρχων φίλος καὶ εὔνου[ς τοῦ δημοῦ] |
| [τ]οῦ ἡμετέρου ἀπέσταλ[κεν ψήφισμα] | |
| [κ]αὶ ἄνδρας Δεινοκλῆν Φι[λίππου, Ἁγη]- | |
| σιάνακτα Τελεσικράτου, ἀκολ[ούθω]- | |
| ς δὲ καὶ οἱ ἄνδρες ἐπελθόντες ἐ[πὶ τ]- | |
| 10 | ὸν δῆμον διελέγησαν ἀξίως καὶ [ἀκ]- |
| ολούθως τοῖς ἐν τῶι ψηφίσματι | |
| [κ]ατακεχωρισμένοις· περὶ δὴ τού- | |
| των δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι | |
| δήμωι, ἐπαινέσαι Δεινοκλῆν καὶ Ἀ- | |
| 15 | γησιάνακτα καὶ στεφανῶσαι αὐτο- |
| ὺς χρυσῶι στεφάνωι κατὰ τὸν νό- | |
| μον· εἶναι δὲ αὐτοὺς προξένους | |
| καὶ εὐεργέτας τοῦ δήμου τοῦ Ἀρκε- | |
| σινέων καὶ αὐτοὺς καὶ ἐγγόνους | |
| 20 | καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκ<ί>ας ἔγ- |
| [κ]τησιν καὶ πρόσοδ[ο]ν πρὸς τὴν βο- | |
| υλὴν καὶ τὸν δ[ῆμον π]ρώτοις με- | |
| τὰ τὰ ἱερά· ὑπ[άρχειν δὲ α]ὐτοῖς καὶ | |
| τὰ ἄλλ[α πάντα ὅσα καὶ τοῖς ἄλλοι]- | |
| 25 | ς προ[ξένοις καὶ εὐεργέταις δίδοται]· |
| ἀνα[γράψαι δὲ τόδε τὸ ψήφισμα — —] | |
| — — — — — — — — — — — — — — — — — — |