[ ] Amorgos — Arkesine — 3rd c. BC
1 ἔδοξεν τ[οῖς ἰοῦσιν ε]ἰς τὰ Ἰτ[ώ]ν[ια]
Ἀρκεσινέων· [ὁ ἱερεὺς(?) καὶ] οἱ στρ[α(τηγοὶ)]
[εἶπ]ον· [ἐπειδὴ Ἀλεξίων Διονυσίου]
[προαναιρεθεὶς εἰς τὰ Ἰτώνια]
5 [ἀνὴρ] ἐν[δο]ξός [τε καὶ ἀ]γαθὸ[ς γε]-
[γέν]ηται καὶ ἐπε[μελή]θη καλῶ[ς]
καὶ δικαίως τῆ[ς ἀρ]χῆ[ς] καὶ τῶ[ν]
κο[ι]νῶν χρη[μά]τω[ν, καὶ παρ’ αὑτοῦ]
ἐπέδωκεν τοῖς [ἰ]ο[ῦ]σιν εἰς τὴν
10 ἑορτὴν πρὸς τῶι ἐκ τῆς θεοῦ πα-
ρὰ τῆς πόλεως εἰς μὲν τὰ ἱερεῖα
[τ]ὸ ἐπαναλωθὲν δραχμὰς πεν-
τακοσίας, τὸ δὲ εἰς τὰς συμβολὰς
[γ]ενόμενον δραχμὰς χιλίας, καὶ
15 τοῦτο ἅπαν ἀφῆκεν· ἐπαινέσα[ι]
μὲν Ἀλεξίωνα Διονυσίου ἀρετῆ[ς]
ἕνεκε καὶ δικαιοσύνης τῆς εἰς
τὸν δῆμον, καὶ στεφανῶσαι αὐ-
τὸν θαλλοῦ στεφάνωι· εἰς δὲ τὸν
20 λοιπὸν χρόνον στεφανοῦν αὐτὸν
[τ]οὺς ἀγωνοθέτας πρὸ τοῦ ἀγῶ-
[νος καθ’ ἕκαστ]ον ἐνιαυτὸν ἐμ π[ᾶ]-
[σι τοῖς ἀγῶσιν οἷς τίθησιν ἡ πόλις]
— — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us