[ ]
Amorgos — Arkesine — 3rd c. BC
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
Δημέας εἶπεν· Σῶσος ἐπεστάτει· | |
ἐπειδὴ Κλεόφαντος Κλεοφῶντος | |
5 | [π]ροαναιρεθεὶς εἰς τὰ Ἰτώνια τά τε |
[ἄ]λλα ἐπεμελήθη καλῶς καὶ δικαίω[ς] | |
καὶ φιλοτίμως περὶ τὴν ἀρχήν, καὶ πα- | |
ρήγγειλεν ἐν τῆι ἀγορᾶι μετὰ κηρύγματ[ος] | |
πορεύεσθαι εἰς τὰ Ἰτώνια ἀσυμβόλους | |
10 | Ἀρκεσινεῖς πάντας καὶ ξένους τοὺς |
ἐνδημοῦντας, καὶ ἐλθόντων εἰς τὰ | |
Ἰτώνια ἑπτακοσίων φιλότιμος γεγέ- | |
νηται περὶ τὴν πομπὴν καὶ τὴν θυσία[ν] | |
τῆς θεοῦ, καὶ τοὺς ἰόντας εἰς τὴν ἑορτὴ[ν] | |
15 | ἑστιάσας λαμπρῶς καὶ φιλοτίμως ἡμέ- |
ρας ἕξ, καὶ παρ’ αὑτοῦ ἀνάλωσεν εἰς τὰ | |
ἱερεῖα πρὸς τῶι ἐκ τῆς πόλεως ἔλαβε δρα- | |
χμὰς πεντακοσίας καὶ τὸ εἰς τὰς συμβο- | |
λὰς γινόμενον δραχμὰς δισχιλίας πεν- | |
20 | τακοσίας, καὶ τοῦτο ἅπαν ἐπέδωκεν καὶ |
ἀφῆκεν ἀτελεῖς τοὺς ἰόντας τῶν συμβο- | |
λῶν· περὶ δὴ τούτων δεδόχθαι τῆι βουλῆι | |
καὶ τῶι δήμωι, ἐπαινέσαι μὲν Κλεόφαντο[ν] | |
Κλεοφῶντος καὶ στεφανῶσαι αὐτὸν | |
25 | θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαι- |
[ο]σύνης καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον· | |
[εἶ]ναι δὲ αὐτῶι ἀτέλειαν καὶ γυναικὶ καὶ | |
[ἐ]κγόνοις πασῶν τῶν συμβολῶν πορευο- | |
μένοις εἰς τὰ Ἰτώνια, καὶ προεδρίαν ἐμ π[ᾶ]- | |
30 | σι τοῖς ἀγῶσιν οἷς τίθησιν ἡ πόλις· εἰς δὲ |
τὸν λοιπὸν χρόνον στεφανοῦν αὐτὸν | |
ἀεὶ τοὺς ἀγωνοθέτας πρὸ τοῦ ἀγῶνος | |
ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς τίθησιν ἡ πόλις | |
καὶ Ἰτωνίων τῆι πομπῆι ἐν τῆι ἀγορᾶι, [καὶ] | |
35 | ἀναγορεύειν τὸν κήρυκα ὧ[ν ἕνεκα] |
στεφανοῦται, ὅπως [ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ ἀπο]- | |
[δ]εικνύμεν[οι φιλοτίμως ἔχωσι — —] |