[ ]
Amorgos — Arkesine — 3rd c. BC
| 1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| Δημέας εἶπεν· Σῶσος ἐπεστάτει· | |
| ἐπειδὴ Κλεόφαντος Κλεοφῶντος | |
| 5 | [π]ροαναιρεθεὶς εἰς τὰ Ἰτώνια τά τε |
| [ἄ]λλα ἐπεμελήθη καλῶς καὶ δικαίω[ς] | |
| καὶ φιλοτίμως περὶ τὴν ἀρχήν, καὶ πα- | |
| ρήγγειλεν ἐν τῆι ἀγορᾶι μετὰ κηρύγματ[ος] | |
| πορεύεσθαι εἰς τὰ Ἰτώνια ἀσυμβόλους | |
| 10 | Ἀρκεσινεῖς πάντας καὶ ξένους τοὺς |
| ἐνδημοῦντας, καὶ ἐλθόντων εἰς τὰ | |
| Ἰτώνια ἑπτακοσίων φιλότιμος γεγέ- | |
| νηται περὶ τὴν πομπὴν καὶ τὴν θυσία[ν] | |
| τῆς θεοῦ, καὶ τοὺς ἰόντας εἰς τὴν ἑορτὴ[ν] | |
| 15 | ἑστιάσας λαμπρῶς καὶ φιλοτίμως ἡμέ- |
| ρας ἕξ, καὶ παρ’ αὑτοῦ ἀνάλωσεν εἰς τὰ | |
| ἱερεῖα πρὸς τῶι ἐκ τῆς πόλεως ἔλαβε δρα- | |
| χμὰς πεντακοσίας καὶ τὸ εἰς τὰς συμβο- | |
| λὰς γινόμενον δραχμὰς δισχιλίας πεν- | |
| 20 | τακοσίας, καὶ τοῦτο ἅπαν ἐπέδωκεν καὶ |
| ἀφῆκεν ἀτελεῖς τοὺς ἰόντας τῶν συμβο- | |
| λῶν· περὶ δὴ τούτων δεδόχθαι τῆι βουλῆι | |
| καὶ τῶι δήμωι, ἐπαινέσαι μὲν Κλεόφαντο[ν] | |
| Κλεοφῶντος καὶ στεφανῶσαι αὐτὸν | |
| 25 | θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαι- |
| [ο]σύνης καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον· | |
| [εἶ]ναι δὲ αὐτῶι ἀτέλειαν καὶ γυναικὶ καὶ | |
| [ἐ]κγόνοις πασῶν τῶν συμβολῶν πορευο- | |
| μένοις εἰς τὰ Ἰτώνια, καὶ προεδρίαν ἐμ π[ᾶ]- | |
| 30 | σι τοῖς ἀγῶσιν οἷς τίθησιν ἡ πόλις· εἰς δὲ |
| τὸν λοιπὸν χρόνον στεφανοῦν αὐτὸν | |
| ἀεὶ τοὺς ἀγωνοθέτας πρὸ τοῦ ἀγῶνος | |
| ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς τίθησιν ἡ πόλις | |
| καὶ Ἰτωνίων τῆι πομπῆι ἐν τῆι ἀγορᾶι, [καὶ] | |
| 35 | ἀναγορεύειν τὸν κήρυκα ὧ[ν ἕνεκα] |
| στεφανοῦται, ὅπως [ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ ἀπο]- | |
| [δ]εικνύμεν[οι φιλοτίμως ἔχωσι — —] |