[ ] Amorgos — Arkesine — 300-250 BC
15 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι
Κτησιφῶν εἶπεν· Μειδίλεως ἐπεστά-
τει· ἐπαινέσαι Νικίαν φιλάγρου Ἑρμιο-
νέα, ὅτι πολλὴν εὔνοιαν παρέχεται
τῶι δήμωι τῶι Ἀρκεσινέων, λέγων
20 καὶ συμβουλεύων τὰ βέλτιστα· εἶναι δὲ
αὐτὸν πρόξενον τῆς πόλεως τῆς
Ἀρκεσινέων καὶ αὐτὸν καὶ ἐκγόνους·
ὅπως δὲ ἀναγραφῆι αὐτοῦ ἡ προξε-
[ν]ία καὶ τεθῆι εἰς τὸ Ἡραῖον, ἐπιμε-
25 ληθῆναι τὴμ βουλήν.
Search Help
Contact Us