[ ]
Amorgos — Arkesine — end 4th/beg. 3rd c. BC
| 1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἐπίνικος εἶπεν· Ζευξιππίδη[ς] | |
| ἐπεστάτει· ἐπειδὴ Ἐπιανακτίδης Θηραῖος ἀνὴρ καλὸς καὶ ἀγαθὸς | |
| ὢν διατελεῖ καὶ ὅτε ἐπεδήμει παρ’ ἡμῖν καὶ ἐν Θήραι οἰκῶν ποιε[ῖ] | |
| 5 | ἀγαθὸν ὅτι ἂν δύνηται Ἀρκεσινέων τοὺς εἰσπλέοντας, καὶ νῦ[ν] |
| σεσιτήγηκεν εἰς τὴμ πόλιν τὴν Ἀρκεσινέων, δοῦναι Ἐπιανα- | |
| κτίδει πολιτείαν καὶ αὐτῶι καὶ ἐγγόνοις, τῆς δὲ ἀναγραφῆς ἐπιμε- | |
| ληθῆναι Φειδίλεων. |