[ ]
Amorgos — Arkesine — end 4th/beg. 3rd c. BC
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ξενοκλῆς εἶπεν· Φανοκράτης ἐπεστ[ά]- | |
τε[ι]· ἐπειδὴ Θεόδοτος Νικέου Πάριος πολλὴν φιλοτιμίαν ἐνδέδεικτα[ι] | |
περὶ τὸ ἄγαλμα τῆς Ἥρας, ἐλθὼν ἐν τοῖς χρόνοις καθὰ ὡμολόγη- | |
5 | σεν πρὸς Ἀρκεσινεῖς καὶ ἐκόσμησεγ καλῶς καὶ προθύμως ἐπιτρέ- |
ψας περὶ μισθοῦ τῆι πόλει, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπαι- | |
νέσαι μὲν αὐτὸν φιλοτιμίας ἕνεκα τῆς πρὸς τὴμ πόλιν καὶ στε- | |
φανῶσαι θαλλοῦ στεφάνωι· ἀποδοῦναι δὲ αὐτῶι τό τε ἀνάλωμα | |
τὸ ἐψηφισμένον δραχμὰς 𐅄: καὶ μισθὸγ καὶ ἐπίχειρα τοῦ ἔργου | |
10 | δραχμὰς Η∶ τοὺς ταμίας· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ |
Ἡραῖον, ἐπιμεληθῆναι δὲ τῆς ἀναγραφῆς Φειδίλεων. |