[ ]
Amorgos — Arkesine — 4th c. BC
| 1 | θ[ε]ο[ί]. |
| ἔδ[ο]ξεν τῆι βουλῆι καὶ τῶι δήμω[ι]· | |
| Μειδίλεως εἶπεν· Λύκος ἐπ[ε]- | |
| στάτε· ἐπειδὴ Ἐπίκτητος ἀνὴρ φι- | |
| 5 | λότιμός ἐστιν περὶ τὴν πόλιν τὴν Ἀρκε- |
| σινέων καὶ τὸς ἀφικνομένος εἰς Θήραν | |
| ποιεῖ ἀγαθὸν ὅτι ἂν δύνηται καὶ λόγωι κ[αὶ] | |
| ἔργωι· δεδόχθαι τῶι δήμωι, εἶναι Ἐπίκτ[η]- | |
| τον Καλλιγνώτου Θηραῖον πρόξενον | |
| 10 | τῆς πόλεως τῆς Ἀρκεσινέων μετὰ τῶν |
| ὑπαρχόντων, καὶ εἶναι αὐτῶι πρ<ό>σοδο[ν] | |
| πρός τε τὸν δῆμον καὶ τὴν βουλὴν πρώ- | |
| τωι μετὰ τὰ ἱερά· ἀναγράψαι δὲ αὐτοῦ τὴν προξε[νί]- | |
| [α]ν εἰς τὸ Ἡραῖον· ἐπιμεληθῆναι [δὲ] Φίλτ[ωνα]. |