[ ] Amorgos — Arkesine — stoich. — ca. 357/6 BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι τῶι
Ἀρκεσινέων· ἐ[π]ειδὴ Ἀνδροτίων ἀνὴρ
ἀγαθὸς γέγονε περὶ τὸν δῆμον τὸν Ἀρ-
κεσινέων, καὶ ἄρξας τῆς πόλεως οὐδέ-
5 να τῶν πολιτῶν οὐδὲ τῶν ξένων τῶν ἀφ-
ικνουμένων εἰς τὴν πόλιν ἐλύπησε, κ-
αὶ χρήματα δανείσας ἐγ καιρῶι τῆι π-
όλει τόκον οὐδένα λαβε͂ν ἠθέλησεν, κ-
αὶ τὸν μισθὸν τοῖς φρουροῖς ἀπορού-
10 [σ]ηι τῆι πόλει παρ’ ἑαυτο͂ προαναλώσας, ἐ-
π’ ἐξόδωι τοὐνιαυτο͂ {²⁶τοῦ ἐνιαυτο͂}²⁶ κομισάμενος οὐ-
δένα τόκον ἐπράξατο, καὶ τὴμ πόλιν ἐ-
λάττω χρήματα δαπανᾶν δώδεκα μναῖ-
ς παρὰ τὸν ἐνιαυτὸν ἕκαστον ἐποίησ-
15 ε, καὶ τῶν ἁλόντων εἰς τὸς πολεμίους
οἷς περιέτυχεν ἐ[λύ]σατο· στεφανῶσαι
Ἀνδροτίωνα Ἄνδρωνος Ἀθηναῖον χρυ-
σῶι στεφάνωι ἀπὸ πεντακοσίων δραχ-
μῶν ἀρετῆς καὶ δικαιοσύνης καὶ εὐν-
20 οίας ἕνεκα τῆς εἰς τὸν δῆμον τὸν Ἀρκ-
εσινέων, καὶ ἀναγράψαι πρόξενον κα-
ὶ εὐεργέτην τῆς πόλεως τῆς Ἀρκεσιν-
έων καὶ αὐτὸν καὶ ἐκγόνους· καὶ εἶναι
αὐτῶι ἀτέλειαν ἁπάντων· ἐπεὶ [οὖν]
25 [κ]αὶ [το]ῖς συμμάχοις ἔδοξε[ν ․․․․․․․]
[․․․․․․․․ ὡ]σ[αύ]τως [δὲ ․․․․․․․․․․․․]
Search Help
Contact Us