[ ]
Delos — ca. 300-ca. 294 BC — IG XI,4.514
| 1 | θεοί. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| Τιμῶναξ Διοδότου εἶπεν· ἐπειδὴ | |
| Τελε[σῖ]νος ἐγλαβὼν παρὰ τοῦ δήμου | |
| 5 | τοῦ Δηλίων ἀγάλματα ποιῆσαι τοῦ τε |
| Ἀσκληπιοῦ καὶ τῆς βασιλίσσης | |
| Στρατονίκης ἐπέδωκε τῶι δ[ήμ]ωι [κ]α[ὶ] | |
| ἐπόησεν τὰ ἀγάλματα ταῦτα τὸ μὲν | |
| τοῦ Ἀσκληπιοῦ χα[λκοῦν], τὸ δὲ τῆς βα[σι]- | |
| 10 | λίσ[σ]η[ς λίθινον(?), ἠργάσ]ατο δὲ τὰ |
| [ἀγάλ]ματ[α καλῶς καὶ] ἐσπούδασεν {²κτλ.}² |