[ ]
Delos — ca. 300-ca. 294 BC — IG XI,4.514
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
Τιμῶναξ Διοδότου εἶπεν· ἐπειδὴ | |
Τελε[σῖ]νος ἐγλαβὼν παρὰ τοῦ δήμου | |
5 | τοῦ Δηλίων ἀγάλματα ποιῆσαι τοῦ τε |
Ἀσκληπιοῦ καὶ τῆς βασιλίσσης | |
Στρατονίκης ἐπέδωκε τῶι δ[ήμ]ωι [κ]α[ὶ] | |
ἐπόησεν τὰ ἀγάλματα ταῦτα τὸ μὲν | |
τοῦ Ἀσκληπιοῦ χα[λκοῦν], τὸ δὲ τῆς βα[σι]- | |
10 | λίσ[σ]η[ς λίθινον(?), ἠργάσ]ατο δὲ τὰ |
[ἀγάλ]ματ[α καλῶς καὶ] ἐσπούδασεν {²κτλ.}² |