[ ]
Andros — 2nd c. BC
1 | Ἡρώϊδου τοῦ Νέωνος ἰατροῦ. |
ἄρχοντος Μενάνδρου, μηνὸς Ἀρτεμισιῶνος | |
τρίτηι ἀπιόντος, Μνησικλῆς Δημέου εἶπεν· | |
ἐπειδὴ Ἡρώϊδης Νέωνος ἀνὴρ ἀγαθὸς | |
5 | ὑπάρχων ἀπὸ τῆς πρώτης ἡλικίας ζη- |
λωτής τε γενόμενος τῶν καλλίστων | |
[ἐ]πέδωκεν ἑαυτὸν ἐπὶ τὴν ἰατρικὴν τέ- | |
χνην καὶ τήν τε προσ[κ]αρτέρησιν ἐπο[ι]- | |
ήσατο φιλόπονον καὶ τὴν ἀναστροφὴν | |
10 | εὐσχήμονα καὶ τῆς [τ]έχνης ἀξίαν καὶ |
τῆς ἡμετέρας πόλεως, ἐγδημήσας τε | |
χρόνον πλείονα καὶ δημοσιεύσας ἐπὶ τῆς | |
ξένης ἔτη πλείονα εὐδοκίμησέν τε κα[ὶ ἐτ]ι- | |
μήθη ψηφίσμασίν τε καὶ πολιτείαι ὑπό τε τοῦ | |
15 | κοινοῦ τοῦ Αἰτωλῶν καὶ ὑπὸ τῆς Στρατίων |
πόλεως, καθὼς αὐτῶι διὰ τῶν ψηφισμάτων ἐξ- | |
εμαρτυρήθη, παραγενόμενός τε πρὸς ἡμᾶς καὶ | |
ποιησ[ά]μ[ενος ․․․7․․․ τ]ε καὶ σύνκρισ[ιν] | |
[— — — — — — — — — — — — — — — — — — — —] |