[ ]
Andros — 2nd c. BC
| 1 | Ἡρώϊδου τοῦ Νέωνος ἰατροῦ. |
| ἄρχοντος Μενάνδρου, μηνὸς Ἀρτεμισιῶνος | |
| τρίτηι ἀπιόντος, Μνησικλῆς Δημέου εἶπεν· | |
| ἐπειδὴ Ἡρώϊδης Νέωνος ἀνὴρ ἀγαθὸς | |
| 5 | ὑπάρχων ἀπὸ τῆς πρώτης ἡλικίας ζη- |
| λωτής τε γενόμενος τῶν καλλίστων | |
| [ἐ]πέδωκεν ἑαυτὸν ἐπὶ τὴν ἰατρικὴν τέ- | |
| χνην καὶ τήν τε προσ[κ]αρτέρησιν ἐπο[ι]- | |
| ήσατο φιλόπονον καὶ τὴν ἀναστροφὴν | |
| 10 | εὐσχήμονα καὶ τῆς [τ]έχνης ἀξίαν καὶ |
| τῆς ἡμετέρας πόλεως, ἐγδημήσας τε | |
| χρόνον πλείονα καὶ δημοσιεύσας ἐπὶ τῆς | |
| ξένης ἔτη πλείονα εὐδοκίμησέν τε κα[ὶ ἐτ]ι- | |
| μήθη ψηφίσμασίν τε καὶ πολιτείαι ὑπό τε τοῦ | |
| 15 | κοινοῦ τοῦ Αἰτωλῶν καὶ ὑπὸ τῆς Στρατίων |
| πόλεως, καθὼς αὐτῶι διὰ τῶν ψηφισμάτων ἐξ- | |
| εμαρτυρήθη, παραγενόμενός τε πρὸς ἡμᾶς καὶ | |
| ποιησ[ά]μ[ενος ․․․7․․․ τ]ε καὶ σύνκρισ[ιν] | |
| [— — — — — — — — — — — — — — — — — — — —] |