[ ]
Syros — 135 AD
| 1 | Αὐτοκράτορα Καίσαρα θεοῦ Τρ[αϊαν]οῦ Παρθικοῦ υἱόν, θεοῦ |
| Νερούα υἱωνόν, [Τρ]αϊανὸν Ἁ[δρι]ανὸν Σεβαστὸν Ὀλύμπιον | |
| καὶ Πανελλή[νι]ον, [ἀρχι]ερ[έα μέ]γιστον, δημαρχικῆς ἐξου- | |
| σίας τὸ ιθ̣ʹ, αὐτοκράτορα τὸ [βʹ], ὕπατον τὸ γʹ, πατέρα πατρί- | |
| 5 | δος, ἡ βουλὴ καὶ ὁ δῆμο[ς ὁ] Συρίων τὸ[ν ἑα]υτῶν κτιστήν. |
| [τ]ὸν γα[ίας] μερόπων τε καὶ [ἡγητῆρα] θαλάσσης | |
| [υἱ]όν τε υἱωνόν τε θεῶν ἀ[τάλαντον] ἄνακτα | |
| [Ὀρ]μ[ενί]δ̣ης λαὸς γενεῆς [γεγαὼς μεγα]κύδεος | |
| [κα]ὶ ὁπόσοι ναίουσι πόλ[ιν χώραν τ’ ἐ]ΰκαρπον, | |
| 10 | [χ]ρείους οἷσι μέμηλε καὶ ο[ἳ διάγουσ’ ἀπὸ χ]ειρῶν |
| στῆσαν ἐπ’ ἀενάοις δώροι[ς θείοιο] ἄνακτος. |