[ ] Syros — 135 AD
1 Αὐτοκράτορα Καίσαρα θεοῦ Τρ[αϊαν]οῦ Παρθικοῦ υἱόν, θεοῦ
Νερούα υἱωνόν, [Τρ]αϊανὸν Ἁ[δρι]ανὸν Σεβαστὸν Ὀλύμπιον
καὶ Πανελλή[νι]ον, [ἀρχι]ερ[έα μέ]γιστον, δημαρχικῆς ἐξου-
σίας τὸ ιθ̣ʹ, αὐτοκράτορα τὸ [βʹ], ὕπατον τὸ γʹ, πατέρα πατρί-
5 δος, ἡ βουλὴ καὶ ὁ δῆμο[ς ὁ] Συρίων τὸ[ν ἑα]υτῶν κτιστήν.
[τ]ὸν γα[ίας] μερόπων τε καὶ [ἡγητῆρα] θαλάσσης
[υἱ]όν τε υἱωνόν τε θεῶν ἀ[τάλαντον] ἄνακτα
[Ὀρ]μ[ενί]δ̣ης λαὸς γενεῆς [γεγαὼς μεγα]κύδεος
[κα]ὶ ὁπόσοι ναίουσι πόλ[ιν χώραν τ’ ἐ]ΰκαρπον,
10 [χ]ρείους οἷσι μέμηλε καὶ ο[ἳ διάγουσ’ ἀπὸ χ]ειρῶν
 στῆσαν ἐπ’ ἀενάοις δώροι[ς θείοιο] ἄνακτος.
Search Help
Contact Us