[ ]
Ceos — Carthaea
1 | [Ἀ]ρ[ι]σ̣τ̣οπείθης εἶπεν· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐ[πει]- |
δὴ Ἱέρων Τιμοκράτους Συρακόσιος τεταγμένος ὑπὸ τὸμ βασιλ̣[έα] | |
Πτολεμαῖον παραγεγενημένος εἰς τὴν νῆσον μετὰ τοῦ στρα- | |
τηγοῦ Πατρόκλου κ̣αθεστηκὼς ἐπιστάτης ἐν Ἀρσινόηι ἔν τε τῶ[ι] | |
5 | ἔμπροσθεγ χρόνωι εὔνους ὢν διατελεῖ τῆι πόλει τῆι Καρθαιέων |
ποιῶν ὅ,τι δύναται ἀγαθὸν καὶ ἰδίαι καὶ δημοσίαι τοῖς ἐντυγχάνουσι | |
τῶν πολιτῶν χρείας παρεχόμενος ἀπροφασίστως ἐμ παντὶ καιρῶι | |
[κ]αὶ νῦν ἀποβαλόντος Ἐπιτέλους τὰ ἐκ τῆς οἰκίας τῆς ἐπὶ τοῦ ἀγροῦ πᾶ- | |
σαν σπουδὴν καὶ ἐπιμέλειαν πεποίηται καὶ ἀνασέσωικεν, ὧν μὲν | |
10 | ἐνελάβετο ἐνώπιος αὐτὰ ἀπέδωκε, τῶν δὲ εἰσπέπραχε τὴν τ[ι]μήν, |
[χα]ρίζεσθαι βουλόμενος τῆι πόλει, δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι μὲν̣ | |
Ἱέρωνα ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας ἧς ἔχων διατελεῖ περὶ τὸν δῆ- | |
μον τὸγ Καρθαιέων, καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, καὶ | |
ἀνακηρῦξαι τὸν στέφανον Διονυσίοις τῶι ἀγῶνι τῶν τραγωιδῶν, | |
15 | [κ]αὶ εἶναι αὐτὸν πολίτην καὶ τοὺς ἐκγόνους αὐτοῦ τῆς πόλεως τῆς |
[Καρθ]α̣ιέων, καὶ φυλῆς ἧς ἂν βούλωνται καὶ οἴκου εἶναι· ἀναγράψαι δὲ | |
[τ]ὸ [ψ]ή[φισμα] ἅ̣παν εἰ[ς] τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· τὸ δὲ ἀνήλωμα δοῦναι | |
τὸν [τ]α̣μία̣[ν]. |