[ ] Ios — 3rd c. BC
1 Ἄνδροκ[λος Ἐφ]όρ[ου(?)] ε̣ἶπ̣ε̣ν· πρόεδροι ἐπεψή̣[φ]ισα[ν {²ὁ δεῖνα τοῦ δεῖνος}², {²ὁ δεῖνα τοῦ δεῖνος}², {²ὁ δεῖνα τοῦ δεῖνος}², {²ὁ δεῖνα}²]
Ἀρί[σ]τω[νος· ἐπι]σ̣[τ]άτης τῶν προέδρων Ἀνδρο[— — — — — — —· ἐπειδὴ Διονυσόδωρος Δημοφίλου αἱρεθεὶς ἀγορανό]-
μος, ὅπως ἔχωσιν οἱ πολῖται σῖτον ὠνεῖσθαι ἱκα[νόν, ἄλλους τε τῶι πολιτῶν προεισφέρειν ἔπεισεν καὶ προεισήνεγκεν ἀργύ]-
ριον αὐτὸς ἄτοκον καὶ ἄλλον σῖτον ἠγόρακε τῆι πό̣[λει εὐωνότατα, σιτοδείας τε ἰσχυρᾶς ἐνεστώσης, ἐκ τοῦ δημοσίου(?) ἀργύ]-
5 ρ[ι]ον ἔχων ὠνεῖσθαι σῖτον δαψιλῆ ἐπεμελήθη [μετὰ πάσης σπουδῆς καὶ φιλοτιμίας, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι]·
[ἐπ]αινέσαι Διονυσόδωρον Δημοφίλου ἀρετῆς [ἕνεκεν τῆς εἰς τὸν δῆμον τὸν Ἰητῶν καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι]
[καὶ] ἀνακηρῦξαι τὸν στέφανον τοῦτον τοὺ[ς ἄρχοντας Διονυσίοις τῶι ἀγῶνι τῶν τραγωιδῶν, ἵνα εἰδῶσι πάντες ὅ]-
[τι ἐπ]ίσταται ὁ δῆμος ὁ Ἰητῶν ἀποδιδόναι χάρ[ιτας ἀξίας τοῖς εὐεργετοῦσιν αὐτόν· ἀναγράψαι δὲ τὸ ψήφισμα τόδε εἰς τὸ]
[ἱερὸν] τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· τῆς δὲ ἀνγραφῆς ἐπιμεληθῆναι τοὺς ἄρχοντας τοὺς περὶ — —· παρασχεῖν δὲ τὸ ἀνά]-
10 [λωμα] τὸ εἰς τὴν ἀναγραφὴν ἀπὸ τῆς προσό[δου τῆς πρὸς ἑαυτοὺς προσιούσης].
Search Help
Contact Us