[ ] Ios — 3rd c. BC
1 [․․․․․․․․․․ καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι] ἀπὸ δραχμῶν Ἀλεξανδρείω-
ν ἑκατὸν καὶ ἀναγο[ρεῦσαι αὐτῶι τοὺς ἄρχοντας τὸν στ]έφανον Διονυσίοις τῶι ἀγῶνι τ-
ῶν τραγωιδῶν ποιουμένο[υ]ς [τ][κήρυγμα ἐν τῶι θεάτ]ρωι· "ὁ δῆμος Ἀντισθένην Ἀριστονί-
κου καθ’ ὑοθεσίαν δὲ Χαρμοκλέους Ῥό[διον ἀρετῆς ἕν]εκεν καὶ εὐνοίας ἧς ἔχων διατελεῖ
5 εἰς τὸν δῆμον τὸν Ἰητῶν"· τὸ δὲ ἀργύριο[ν τὸ εἰς τὸν σ]τέφανον δότω ὁ ἠγορακὼς τὸν σῖτ-
ον τὸν δημόσιον Ἀρετέας ἀφ’ οὗ δεῖ αὐτ[ὸν ἀποδοῦναι] τῶι ἀγορανόμωι Μεγακλεῖ· ὅπως δὲ
ἀποκατασταθεῖ καὶ τοῦτο τὸ ἀργύριον [τῶι ἀγορανό]μωι, ψηφισάσθω ἡ βουλὴ καὶ ὁ δῆμος ἐ-
ν τῶι μηνὶ τῶι Πλυντηριῶνι· δότω δὲ τ[ὸ ἀργύριον το]ῦτο Ἀρετέας Δεξιφάνει τῶι εἱρη-
μένωι εἰς Ῥόδον πρεσβευτεῖ· Δεξιφά[νης δὲ τὴν ἐπι]μέλειαν ποιησάσθω ὅπως ἀποδο-
10 θεῖ τὸ ψήφισμα καὶ ὁ στέφανος Ἀντισθέ[νει].
Search Help
Contact Us