[ ] Ios — 4th c. BC
1 [Ἀρ]χάγ̣αθο̣ς̣ [εἶ]π̣ε· [πρ][ε]δροι ἐπεψήφισαν Σωκράτης, Αἴσχρων, Στησίτιμ[ος]
Ποσίδειος· ἐπειδὴ Ζήνων ὁ καταλειφθεὶς ὑπὸ Βάχχωνος τοῦ νησίαρ[χου]
παραγενομένων πρὸς αὐτὸν τῶν πρεσβευτῶν οὓς ἀπέστειλεν ὁ δῆμ[ος]
περὶ τῶν ἀνδραπόδων τῶν ἀποδρά̣ντων ἐξ Ἴου ἐπὶ τῶν πλοίων τῶν ἀφράκτων,
5 [ἀν]ακαλεσάμενος [τ]ο[ὺ]ς τριηράρχους καὶ ἐξετάσας ἀνέσωισε τὰ ἀνδράποδα
[μ]ετὰ πάσης φιλοτιμίας, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπ̣[αι]νέσαι Ζήνωνα
[ἀρ]ετῆς ἕνεκε καὶ εὐνοίας ἧς ἔχει εἰς τὸν δῆμον τὸν Ἰητῶν, καὶ εἶν[α]ι αὐτὸν
[π]ρόξενον καὶ εὐερέτην τοῦ δήμου τοῦ Ἰητῶν καὶ α̣ὐτὸν κα̣[ὶ ἐ]κ[γ]όνο[υ]ς [μ]ετὰ τῶν
[ὑ]παρχόντων· εἶναι δὲ αὐτῶι καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον ἐάν του
10 [δ]έηται πρώτωι μετὰ τὰ ἱερά· πέμψαι δὲ αὐτῶι καὶ ξένια τοὺς στρατηγοὺς
τ̣οὺς περὶ Αὐτόνομον ἀπὸ δραχμῶν ∶𐅄∶ τὸ δὲ δαπάνημα παρασχεῖν τοὺς
[ἐ]γλογεῖς τοὺς περὶ Κλεόνοθον ἀπὸ τῆς προσόδου τῆς πρὸς ἑαυτοὺς προσιούσης·
[ἀ]ναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· τῆς δὲ
[ἀν]αγραφῆς ἐπιμεληθῆναι τοὺς ἄρχοντας τοὺς περὶ Χαρτάδην· τὸ δὲ ἀνά-
15 [λωμ]α̣ [εἰς] τὴν ἀναγραφὴν π̣[αρ]ασχεῖν ἀπὸ τῆς προσόδου τῆς πρὸς ἑαυτοὺς
                                              [π]ροσιούσης.
Search Help
Contact Us