[ ] Tenos
A.1 παιδίον ὄντα με θάψε πατὴρ δύ’ ἐτῶν παρὰ μῆνας
  τοὺς τρεῖς, ὡς ἀδίκως Μ[οῖ]ρα τόδ’ εἰργάσατο·
οὔνομ’ ἔχων δ’ ἔθανον Δημήτριος· ἔστι πατήρ μοι
Δημόφιλ[ος]· μήτηρ ἀτυχῶς με τεκοῦσα [καλεῖται]
5   Χρυσίον· οἷς ὀδύνας ἀντὶ τροφῶν ἔλιπον.
B.1       Δομιτία
      Καλλιόπη
      ἐτῶν κβʹ.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server