[ ]
Tenos — 1st/2nd c. AD
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος Σάτυρον Φιλείνου πλη- |
| ρώσαντα πᾶσαν ἀρχὴν καὶ λειτουργίαν, καὶ ἀρχι- | |
| θεωρήσαντα τετράκις, καὶ ἀναθέντα τῇ πόλει | |
| βαλανεῖον καὶ δηνάρια πεντακισχείλια, ἵνα ἐκ τοῦ | |
| 5 | τόκου αὐτῶν θερμαίνηται τὸ βαλανεῖον, καὶ τοῖς ἐν Ἠ- |
| ρίστῳ θεοῖς δηνάρια πεντακισχείλια, ἵνα ἐκ τοῦ τό- | |
| κου αὐτῶν ἐν τῇ τῆς Βουθυσίας ἑορτῇ κατ’ ἔτος | |
| δίδωται τοῖς εὐωχηθησομένοις ἐν τῶ ἱερῷ ἐ- | |
| λευθέροις Τηνίοις κατ’ ἄνδρα δηνάριον, [κα]ὶ ἄλλα τοῖς | |
| 10 | αὐτοῖς θεοῖς δηνάρια μύρια, ἵνα ἐκ τοῦ τόκου αὐ- |
| τῶν κατ’ ἔτος ἐν τῷ ἱερῷ τῇ Καταστεφανώσει | |
| καὶ τῇ ὀκτωκαιδεκάτῃ παντὶ ἐλευθέρῳ Τηνίῳ | |
| ἡ κατ’ ἀναλογίαν τοῦ συνελευσομένου πλήθους | |
| μερίζηται διανομή, καὶ ἄλλα δηνάρια ἑξακισχείλι- | |
| 15 | α, ἵνα ἐκ τοῦ τόκου αὐτῶν κατ’ ἔτος ἀνδράσι καὶ γυ- |
| ναιξὶ Τηνίοις ἐν τῇ ὡρισμένῃ τῶν ἐπιταφίων αὐ- | |
| τοῦ ἡμέρᾳ μερίζηται καθ’ ἕκαστον ἡ κατ’ ἀναλογίαν | |
| τοῦ συνελευσομένου πλήθους διανομή, καὶ ἄλ- | |
| λα τῇ πόλει δηνάρια μύρια ὀκτακισχείλια πεντακό- | |
| 20 | σια, ἵνα ἐκ τοῦ τόκου αὐτῶν ὑπὲρ ἀνδρῶν καὶ γυ- |
| ναικῶν καὶ παίδων ἐλευθέρων Τηνίων κατ’ ἔτος | |
| δίδωται τὸ ἐπικέφαλον· καὶ ἐν ἄλλαις δὲ πολλαῖς | |
| καὶ ποικίλαις ὑπηρεσίαις τε καὶ ἐπιδόσεσιν εὐ- | |
| εργετήσαντα τὴν πατρίδα εὐχαρίστως ἐτείμη- | |
| 25 | σεν, χαρισαμένης τῇ πόλει τὸν ἀνδριάντα Μαλ- |
| θάκης τῆς Φιλείνου. |