[ ]
Tenos — 1st/2nd c. AD
1 | ἡ βουλὴ καὶ ὁ δῆμος Σάτυρον Φιλείνου πλη- |
ρώσαντα πᾶσαν ἀρχὴν καὶ λειτουργίαν, καὶ ἀρχι- | |
θεωρήσαντα τετράκις, καὶ ἀναθέντα τῇ πόλει | |
βαλανεῖον καὶ δηνάρια πεντακισχείλια, ἵνα ἐκ τοῦ | |
5 | τόκου αὐτῶν θερμαίνηται τὸ βαλανεῖον, καὶ τοῖς ἐν Ἠ- |
ρίστῳ θεοῖς δηνάρια πεντακισχείλια, ἵνα ἐκ τοῦ τό- | |
κου αὐτῶν ἐν τῇ τῆς Βουθυσίας ἑορτῇ κατ’ ἔτος | |
δίδωται τοῖς εὐωχηθησομένοις ἐν τῶ ἱερῷ ἐ- | |
λευθέροις Τηνίοις κατ’ ἄνδρα δηνάριον, [κα]ὶ ἄλλα τοῖς | |
10 | αὐτοῖς θεοῖς δηνάρια μύρια, ἵνα ἐκ τοῦ τόκου αὐ- |
τῶν κατ’ ἔτος ἐν τῷ ἱερῷ τῇ Καταστεφανώσει | |
καὶ τῇ ὀκτωκαιδεκάτῃ παντὶ ἐλευθέρῳ Τηνίῳ | |
ἡ κατ’ ἀναλογίαν τοῦ συνελευσομένου πλήθους | |
μερίζηται διανομή, καὶ ἄλλα δηνάρια ἑξακισχείλι- | |
15 | α, ἵνα ἐκ τοῦ τόκου αὐτῶν κατ’ ἔτος ἀνδράσι καὶ γυ- |
ναιξὶ Τηνίοις ἐν τῇ ὡρισμένῃ τῶν ἐπιταφίων αὐ- | |
τοῦ ἡμέρᾳ μερίζηται καθ’ ἕκαστον ἡ κατ’ ἀναλογίαν | |
τοῦ συνελευσομένου πλήθους διανομή, καὶ ἄλ- | |
λα τῇ πόλει δηνάρια μύρια ὀκτακισχείλια πεντακό- | |
20 | σια, ἵνα ἐκ τοῦ τόκου αὐτῶν ὑπὲρ ἀνδρῶν καὶ γυ- |
ναικῶν καὶ παίδων ἐλευθέρων Τηνίων κατ’ ἔτος | |
δίδωται τὸ ἐπικέφαλον· καὶ ἐν ἄλλαις δὲ πολλαῖς | |
καὶ ποικίλαις ὑπηρεσίαις τε καὶ ἐπιδόσεσιν εὐ- | |
εργετήσαντα τὴν πατρίδα εὐχαρίστως ἐτείμη- | |
25 | σεν, χαρισαμένης τῇ πόλει τὸν ἀνδριάντα Μαλ- |
θάκης τῆς Φιλείνου. |