[ ]
Tenos — 2nd c. BC
1 | ο̣ἱ ἐφηβεύσαντες ἐπὶ γυμνασιάρχων Φιλίσκου τοῦ |
Φιλίσκου Σίμου τοῦ Ἀρχαγόρου Ἑρμεῖ καὶ Ἡρακλεῖ. | |
I.3 | Ε̣ἰκώνυμος. |
Λεύκιππος. | |
5 | Σῖμος. |
Φανόδημος. | |
Εὐθυκράτης. | |
II.8 | Ἀριστογένης. |
[Κ]αλλίας. | |
10 | Ἡνίοχος. |
[Ε]ὔνομος. | |
Διόγνητος. | |
III.13 | Ἀριστόλοχος. |
Ταλθύβιος. | |
15 | Κάρπος. |
Αἰσχρίων | |
Διογένης. | |
IV.18 | Εὔβουλος. |
Δημήτριος | |
20 | Ἀντιμέδω[ν]. |
τᾶς ἀρετᾶς ἄνθημα Διάκτορον ἔνθα με κεδνοὶ | |
θέ[ν]το παλαιστρίταν ἠϊθέων φύλακα | |
σχήμασιν εὐτάκτοισι μεμαλό̣τες ἄκρον ἔφαβοι | |
καὶ σοφίαι Χαρίτων τε ἄμμιγ’ ὁμοφροσύναι, | |
25 | τοὶ περὶ γυμνασίαρχον ἀεὶ μεδέοντα Φιλίσκον |
σωφροσύναι Σῖμόν τ’ αἰνετὸν Ἀρχαγόρου, | |
οὕνεκ’ ἐγὼ πινυτᾶτα καὶ ἀγλαὸν ἤθεσι κόσμον | |
δῶκα καὶ ἐγ μώμου παντόθεν εἰρυσάμαν. |