[ ] Tenos
1 [κατὰ τάδε πράσεις ἐγέ]νοντο χωρίων [καὶ ο]ἰκιῶν καὶ προικ[ῶν] δόσεις [ἐ]π’ ἄρχοντος Ἀμ[ει]νό[λα πρὸς τ]οὺς ἀστυ[νόμου]ς Σωσιμ— — — — — —
— — —c.21— — —σονα Ἀρισ[τώνακτ]ος Θεσ[τιά]δημ· [μην]ὸς Ἀρτ[ε]μισιῶνος· {²I}² Κρινύλ[ιον ․․․]ίδου Θεστιά[δ]ο[υ μ]ε[τὰ κ]υρίου [Σωμβρότου Στρυμονίδου [Δονακέως]
[παρὰ — — — — — — — — — — — — — — — — — —]λόχου ἐκ [πό]λεως ἐπρίατο τὴν οἰκ[ίαν και] τὰ χωρία τὰ ἐ[ν Δ]ονακέα[ι, οἷς γείτονες(?) — — — — — —]
[— — —c.15— — — κ]αὶ [τὰ] οἰκία, οἷς γείτονες Εὐσ— — —c.14— — — δραχμ[ῶν ἀρ]γυρίου δισχιλίων π[εντακοσί]ων· πρατ[ῆ]ρες ․․․ιστος — — — — — — — — —
5 ․․․․․․․․․․σι․․․․․․․․․σίας. ἕνει καὶ νέαι μ[η]ν[ὸς Ταυρε(?)ῶν]ος· {²II}² Καλλ[ιστ]αρέτη Καλλιφόρου [․․․․․ ἧς] κύριος Ἀνδ[ρογέν]ης Μυρτ[ώσιος Ἐσχατιώτης παρὰ Τεισιμάχου]
[․․․․․․․․․]ου Ἐ[σχατιώτου(?)], οὗ κύριος Ἀνδρογένης Μ[υρτώσιος Ἐσχατ]ιώτης, ἐπρίατο τὴν οἰκίαν τὴν ἐν ἄσ[τ]ει ἥ ἐστιν ἐν [τ][ν]ω[ι ἑ]βδόμωι, ἧ[ι γείτονες — — —c.18— — — —, ἣν]
․․․․․․․․․τει․․λατο(?) [καὶ] ὑπέθετο Τεισίμαχος, παρὰ [τῆς μητρὸς] Εὐτελείας [ἀ]ργυρίου δραχ[μὰς δισχιλί]α[ς τ]ριακο[σίας ε]ἴκοσι [λαβών, Καλλισταρέτηι καὶ]
[Ἀνδρογέν]ει Μυρτώσιος Ἐσχατιώτει, Καλλισταρέτη[ι τεῖ γυναικὶ] τεῖ αὑτοῦ. {²III}² Εὐτέλει[α ․․․․․․․․․] Γυραῒς μετὰ [κυρίου Μν]ησικ[— — — — — — — — παρὰ]
[․․․․․․․․․ Γρ]υπίωνος Ἡρακλείδου ἐπρίατ[ο ․․․․․․․․․․․․․ τ]ὰ οἰ[κ]οδομημένα πάντα [— — ὅσα ἐστὶν ἐν — — — —τ]ωι, οἷς [γείτονες — — — — — — — — — —]
10 [δραχμῶν ἀ]ργυρίου [ἑκα]τόν. {²IV}² Πραξίας ․․․․․․․․δ․․․․․․ω․․․․․․σανδρος Ἀρισ[τω]ν— — — — — — — — — —καρτ— — — — — — — — — —
․․․․․․․․․․․ ὧι γείτ[ων] Θεόφαντος ἀριστερᾶς εἰσιόντι ․․․․λη ἐ․․․․․․ομ μέρος καὶ τον[— — — — — — — — — — — — δραχμ]ῶν ἀργυρίου ․․․․․․․․․․․․․․․
[․․․․․․․․ Δον]ακεύς, Α․․․․․․․ος Φιλ[ο]φά[ν]του Ἐσχατιώτης [καὶ μ]έσω[ι] κ[αὶ] χωρὶς ἑκάτερος πα[ντ]ὸς τ[οῦ ἀργυρίου. {²V}² Φερεκρά]της Φερε[κράτους ․․․․․․․․․․ παρὰ]
[Νικοδρόμου] Θρυησίου ἐπρίατο τὰ χωρία τὰ ἐν Σίχνει πάντα ὅσα ἐπρίατο Νικόδρομος παρὰ Φερεκράτους, οἷς γείτονες Α— — — — —, — — — —, δραχμῶν [ἀργυρίου — — — — — — —]
{²VII}² ․․․․․․ρ̣ατος Ἡρακλείδ<ο>υ Κλυμενεὺς παρὰ Στρατίου Παντ[α]λέοντος Θρυησίου ἐπρίατο οἰκόπεδον ἐμ Πανόρ̣μωι, ὃ καλ[ε]ῖτ[αι ․․․․․․․․․․ ὧι γεί]των Πεισικ[ράτης ․․․․․․․․․․․․․․․․․]·
15 πρατὴρ Πανταλέων Στρατίου. Ἀπελλαιῶνος πέμπτει ἐπὶ δέκα· {²VIII}² Ἀξιονίκη Πυθοκρίτου Θρυησὶς [ἧς κύ]ριος Πεισικράτης Ἰσάνδρ[ου Θ]ρυήσιος παρὰ ․․․․․․․․․․․․․․․․․․․․․
[ἧς] κύριος Ἀλκισθένης Ἀγλωγένους Θρυήσιος ἐπρίατο τὴν [οἰκ]ία[ν] καὶ τὰ χωρία τὰ ἐ[ν Σί]χ̣νει δραχμῶν ἀργ[υρίου] χ̣ιλίων ἑξακοσίων ἑβ[δο]μήκοντ[α] ὀκτώ, τριῶν [ὀβολῶν, οἷς γείτονες Κρησίλας]
[Ἡ]γιάδου Ἐσχατιώτ[ης, Κλεό]νικος Καλλιφῶντος Ἡρακλείδ[ης, ἃ] ἐπρίατο Ἀμφικὼ μετὰ κυρίου Δη̣[ι]μάχου παρ’] Ἀ̣ξιονίκης καὶ κυ[ρίο]υ Πεισικ[ρά]τους· {²IX}² Ἀντιχ[άρης Εὐπορίωνος Θρυήσιος παρὰ]
Πασιφῶντος Πειρί[ου Δο]νακέως ἐπρίατο τὴν οἰκίαν καὶ τὰ [χωρία τ]ὰ ἐ[ν Ἐ]λαιοῦντι καὶ τὰς ἐσχατιὰς ὅσαι ε[ἰ]σὶν τῶν χωρίων τούτ[ων] καὶ τὸ ὕδωρ, οἷς γείτονες Ἀλκ̣[— — — — — ὡς ὁρίζει]
ἡ ὁδὸς ἡ ἐκ Κώμης ἄγ[ο]υσα ἐπὶ τὸμ πύργομ τὰ ὑποκάτω πάντα, ὅ[σα] ἐπρίατο Πασιφῶν παρὰ Σ[ιμίου(?)] Ἀναξικλέους, συνεπαινουσ[ῶν Ἀν]θίππ[ης] Ἀντιπάτρου Θρυησ[ίδος καὶ ․․․․․․․․․․]
20 Γυραΐδος, καὶ τοῦ κ[υ]ρίου αὐτῶμ Ἀντιχάρου Εὐπορίωνος Θρυησ[ίο]υ καὶ Κλεοφάνου Κλεοθέμ[ιος Θ]ε[στι]έως, δραχμῶν ἀργυρίου [π]εντακισι[χιλίων]. {²IX}² Μνησικ․․․․․․․․․․․․․
Θεστιάδης παρ[ὰ ․․․․․]άρχου Ἀρκέοντος Θεστιάδου ἐπρίατ[ο τὴ]ν οἰκίαν τὴν ἐν ἄστει, [ἥ ἐστιν ἐν τόνωι — — ἧι γείτων — — — — — —]ος Δονακεύς, Ε[․․․․․․․․․․ δραχμῶν]
ἀργυρίου διακοσί[ων] τριά[κο]ντα πέντε. Ἡραιῶνος· {²X}² Ἀλκιδ․․․․․․․․․ου Κλυμενεὺς παρ’ Ἀξιονίκης Π[υθο]κρίτου Θρυη[σίδ]ος, ἧς κ[ύριοι Ἴσα]νδρος Θ[ηβ]αῖο[ς] Πεισικράτους Θρυήσ[ιοι, Πεισικράτης]
Ἰσάνδρου Θρυήσ̣[ιος, ἐ]π̣ρίατο τὴν οἰκίαν καὶ τὰ χωρία τὰ ἐν Τι[․․․․ δραχμῶν] ἀργυρίου δισχιλίων τριακοσίων, οἷς γείτονες Κρησίλας Ἡ[γιάδ]ου Ἐσχατιώ[της], Κλεόνικος Καλλιφῶ[ντος Ἡρακλείδης],
πρατὴρ Ἴσαν[δρος Πεισικρά]τους Θρυήσιος, Θηβαῖος Πεισικρά[τους Θρυή]σ[ιος]. {²XI}² Ἀλκισθένης [Ἀγ]λω[γέ]νο[υς, Νι]κόδρομος Νικο[δ]ήμου, Ἀκ․․․․․․ος Δημ[υλ]άδου Θρυήσιοι καὶ κοινὸν θι[ασωτῶν Δαμυ]-
25 [ι]δῶν παρὰ ․․․․․․․․․οδήμου Δονακίδος κα[ὶ Καλλινίκου Ἀ]ριστοδήμ[ο]υ [Γ]υραιέως ἐπρίαντο τὴν οἰκίαν τὴν ἐν ἄστ[ει, ἥ ἐστι]ν ἐν [τόνω]ι δευτέρωι, ἧι γείτονες Πυθόλ[εως — — —]
κριτος, δρ[αχ]μῶν χιλίω[ν] διακοσίων ὀγδοή[κοντ]α ․․․․․․․․․․․․․ν ὀβολῶν· πρατῆρες Φιλαρχίδης Πυθοκλέους Ἱακινθεύς, ․․․․․․․ οπόλιος ἐ[κ πό]λεως, Σιμίας Ἀριστύλου Θρυήσιος, [Καλλί]-
νικος Ἀριστο[δ]ήμου Γυραιεύς, καὶ μέσωι πά[ντες καὶ χωρὶς ἕκαστος π]αντὸς τοῦ ἀργ[υ]ρίου· τούτου ἔστιν τοῦ ἀργυρίου Θρυησ[ίων δρ.] ἐπτακόσι[αι ἑβδ]ομήκοντα ἑπτά, τέτταρες ὀβο[λοί],
Δαμυιδῶν δρ. [πε]ντακόσιαι δέκα. Ἡραιῶνος ἕκτει [․․․․․․․․․․․]. {²XII}² Ἄ̣μφυλις Φιλοφῶντος [Θ]εστίας, ἧς κύριος Φιλοφῶν Φιλοθέου Θε[στιεύς], ἐπρίατο π[αρ][Δ]ιογνήτου Εὐκλέους Θρυησίου τὰ [ἡμίση]
[τῶ]ν χωρ[ίων κ]α[ὶ] τῆς οἰκίας τῶν ἐν Νοθιαδῶν, οἷ[ς γείτων Πο]σ̣ειδώνιος, καὶ τὰ π[ρ]ὶν [ὄν]τ̣α Εὐρυκράτου, ἃ ἐπρίατο Ἀρχιτέλης [παρ’] Ἀμφύλιος μ[ετὰ] κυρίου Φιλοφῶντος δραχμῶν τε-
30 [τρακ]οσ̣(ίων), πρατῆρες Ἀρχιτέλης Ἡγεστράτου Γυρα[ιε]ύς, [Ἀν]τιχάρης Γρυπίωνος Θρυήσιος, Ἀ̣[γήν]ωρ Πασιφῶντος Δονακεύς, Δημ․․․․․λίχ̣ου Ἐσχατιώτης, Στρατόνικος Φιλοθέου Θεστ[ι]-
[εὺς καὶ μέσωι πάντ]ες καὶ χωρὶς ἕκαστος παντὸς τοῦ ἀργυρίου. {²XIII}² Ἀναξικλῆς Ἀναξιμένους Θρυήσιος παρὰ Φιλοθέας Προξέ[νου Θ]ρυησίδος κ[αὶ κυρί]ου Προξένου Σωκλέους Θρυησίου
[ἐπρίατο τὰς οὔσας ἐ]ν [Σ]απή[θ]ωι αἱμασιὰς τέτταρας αἵ εἰσιν ἐπάνω τῆς χ[ώρ]ας τῆς κάτω τῆς πρὸς τῶι κήπωι, ὡς ὁρίζει ἡ ὁδὸς ἡ ἀν[άγουσ]α καὶ κάτω [ὁ ποτα]μός· οἷς γείτονες Αἴσχρων Δημ․-
[— — —c.29— — — περὶ] ὧν ἐνίκησεν Ἀναξικλῆς Φιλοθέαν τὴν δίκην· πράτωρ Ἀριστοκλῆς Πολυξένου [— — — — {²XIV}² Ὀν]ήσιμ[ος Σ]ίμου Ἐσχατιώτης παρὰ Πεισ[ι]-
— — —c.20— — — κ[αὶ κυρίου Τιμο]κρίτου Τιμ[ο]μάχου Ἡρακλείδου ἐπρίατο τὴν οἰκίαν καὶ τὰ χωρία καὶ τὰς ἐσχατιὰς [τὰς ἐν] Ἑρμινία[ι, οἷς γ]είτονες Κλείταρχος, Φιλώτας,
35 [— — — — — — — — — — — δραχμῶν ἀ]ρ[γ]υρίου τετρακοσίων· πρατὴρ Τιμόκριτος Τι[μομ]άχου Ἡρακλείδης. Βουφονιῶνος [․․․․․ηι] ἐπὶ δ[έ]κα· {²XV}² Ἀναξινόη Λυάνδρου Κλυμενὶ[ς]
[— — — — — — — — — — — — — πα]ρὰ Καλλιφῶντος Κτήτωνος φυλ[ῆ]ς Ἡρακλειδῶν ἐπρίατο τὴν οἰκίαν τὴν ἐν ἄστει πᾶσ[α]ν, ἣ ἦν Καλλιφ[ῶντ]ος, ἥ ἐστιν ἐν τόνωι πένπτωι, ἧι γει[το]-
[νες — — — — — — — — — — — —] Μενίππου Ἐλε[ιθυ]αιε[ύς, κα]ὶ θυρῶν ζευγία [ἔ]ννεα καὶ τὰς θύρας τὰς ἐπὶ τῶν θυρίδω[ν] δρ[αχμ]ῶν ἀργυρίου [δισ]χιλίων ἑβδομήκοντα, πρατῆρες
— — — — — — — — — — — — — — — — καὶ μέσωι πάντες καὶ χωρὶ[ς][κ]αστος παντὸς τοῦ ἀργυρίου· Ἀπατουριῶνος· {²XVI}² Κ[αλλ]ιφῶν Κτήτ[ω]νος Ἡρακλειδῶν παρὰ Φώκου Φωκί-
[ω]νος Θρυησί[ου ἐ]πρίατο [τὴν οἰκίαν πᾶσαν(?)] ἣ ἦν πρό[τερ]ον τοῦ πατρὸς αὐτοῦ Κτ[ή]τωνος, ἧι γείτ̣ων Σιμίας, Καλλικράτης, ἀργυρίου δραχμ[ῶν] χιλίων ἑπτ[ακ]οσίων, συνεπαινοῦντος Φώκου
40 καὶ Κτήτω[νο]ς τοῦ πατρὸς τ[οῦ] Κ[α]λλιφῶντος. Ἀπατουριῶνος δευτέραι ἱσταμένου· {²XVII}² [Τ]ιμόκριτος Τιμομάχου φυλῆς Ἡρακλειδ[ῶν π]αρὰ Κρινυλίου καὶ κυρίου Σωμβρότου Στρυμο[νί]-
δ[ο]υ̣ Δ̣ο̣ν̣α̣[κέως][πρί]ατο τ[ά τε] χωρία πάντα τὰ ἐν Ἠρί[σθωι καὶ ․․․․․․․․․․․․]ς τὰ προσ[όν]τα τὰ Σίμου, οἷς γείτων Μορυχίων Θεαινέτου [Δ]ονακεύς, δ[ραχμ]ῶν ἀργυρίου τετρακοσίων, Ἥρης
Φιλοπόλι[ος {²vac.?}²] ἐν ἰσώσι(?) καὶ Αἰνικῶς Σωτέλους Σ[η]σταΐδος̣ [συν]ε̣[παινουσῶν. {²XVIII}² — —] Ἀλκμέωνος Ἐσχατιώτης ἐπρίατο τὴν οἰκίαν καὶ τὰ χωρία τὰ ἐν Ἐλαιοῦντι πάντα ὅσα ἐπρίατο Αἰνικὼ
παρὰ ․․․․․․․․․οις γείτ[ω]μ Πήνιος δραχμῶν ἀργυ[ρ]ίου πεντακοσίων· π̣[ρα]τ̣[ῆρες ․․․․]ο̣ς̣ Ἀ̣[ρ]ισ̣τρατίδου, Πεισιστρατίδης, Ἀγάθαρχος Ἀλκμέωνος Ἐσχατιῶται. Ποσιδεῶνος πέμπτει διχομη[νίαι]·
Τί[μαρχος(?) Τιμ]άρχου(?) Θρυήσιος παρὰ Φιλοθέου Δ[ωρο]θέου ․․․․․․ ἐπρί[ατο τὴν οἰκίαν τὴν][ν] ἄστει πᾶσαν καὶ θύρας τὰς ἐπούσας καὶ τὸ οἰκόπεδομ ἅπαν [τὸ πρ]ὸς τεῖ οἰκίαι ἃ ἦμ Φιλοθέου ἐν [τόνωι ἕ]-
45 κτ[ω]ι δ[ραχ]μῶν ἀργυρίου ἑξακοσ[ίων ἑβ]δομή[κοντα], ἧι γείτονε[ς ․․․․․․․ Ἀν]αξι[κρ]ά̣]τ[ους, ․․․․․]κλῆς Φανοκλέους· πρατ[ὴρ] Νικησίλας Ἀστίου [Κλ]υμ[εν]ε[ύ]ς. Ποσιδεῶνος ὀγδόει ἱσταμέ[νου]·
Σω․․․․․․․․․ου Θεστιὰς μετὰ κυρίου Κτησιάρχου Π[ρω]τ̣[ο․․․․․․․․․․․․․․․ ἐπρίατο πα]ρὰ [Φ]ανικῶς Κλεοσθένους Ἱακινθίδος καὶ κυρίου Ἰσ[ο]κλέους Κλεο[σθένους Ἱακι]νθέως τὸ χωρίον τὸ καλού[μενον]
Δημάρχ̣ο̣[υ, ὡς ὁ]ριζει ἡ ὁδὸς κύκλωι, ἧι γείτονες Π[λείστα]ρχος, Ἀρτύμαχος, δραχμῶν ἀργυρίου ἑκατὸν εἴκοσι, πρατῆρες Ἰσοκλῆς Κλε[οσ]θένους Ἱακιν[θεύς, ․․․]ης Κλεονίκου, Κλεόδωρος Γ— — —,
καὶ μ[έσωι π]άντες καὶ χωρὶς ἕκαστος παντὸς̣ τοῦ ἀργυρίου· Ἀνθεστηριῶνος ὀγδόει ἱσταμένου Χ Ἀρ[τ]εμισιῶνος· {²XXI}² Τελεσικλῆς Εὐ̣κλέους Ἡρα[κλειδῶν παρ]ὰ Ὀρθέως Ὀρθιάδου̣ ἐκ πό[λεως]
ἐπ[ρίατο] τὰς οἰκίας καὶ τοῦ πύργου τὸ τέ[ταρτομ] μέρος καὶ τὰ χωρία τὰ ἐν Ἱακίνθωι πάντα ὅσα τε ἐπρίατο Ὀρθεὺς παρὰ Πολυκράτους τοῦ Ἐ[πικρά]τους, οἷς γείτονες Πλε[ίσταρχος, Ἀρτύ]-
50 [μ]αχος, δραχμ[ῶ]ν ἀργυρίου δισχιλίων τετρα[κοσίων]. {²XXII}² Ἀρτύμαχος Ἀριστάρχου Ἡρακλειδῶν παρὰ Τε[λ]εσικλέους Εὐκλέους Ἡρακλείδου ἐπρίατ[ο τ]ὰς οἰκίας καὶ τὰ χωρία τὰ ἐν [Ἱακίνθωι(?) πάν]-
τα, ὅσα ἔλαχεν Τελεσικλῆς πατρώιων [μέρ]ος καὶ ἃ προσεπρίατο παρὰ Καλλιτέλους τοῦ ἀδελφοῦ, οἷς γείτονες Πλείσταρχος, Ἀρτύμαχος, καὶ τὰς ἐσχατ<ι>ὰς πάσας ὅσαι ἦσαν [Τελεσι]-
κλέους [κ]αὶ Καλλιτέλ̣[ους], καὶ ὕδατος ἀγωγὰς ὅσαι εἰσὶν τῶν χωρίων τούτων, καὶ τοῦ πύργου καὶ τοῦ πιθῶνος τοῦ ἐν τῶι πύ[ρ]γωι καὶ τοῦ κεράμο[υ τῆς στέγ]ης τὸ τέταρτομ μέρος, καθὰ ἦ̣[σαν Τε]-
λεσικλέους, καὶ τὴν οἰκίαν καὶ τὸμ κῆπον ἃ ἐπρίατ[ο] Τελεσικλῆς παρ’ Εὐθυγένους, καὶ τὸν κέραμον τὸν ἐν ταῖς οἰκίαις καὶ ὄν[ον] ἀλέτην καὶ ὁλ[ίσκον], δραχ<μ>ῶν ἀργυρίου τρισχιλίων ἑπτ[α]-
κοσίων πρατῆρες Ἀρατ[ί]δης Τύχωνος Θεστιάδης, Ἀρτύμαχος Εὐκλέους Ἡρακλείδης, ․․․․αρχος Τιμηφένους [Ἱακιν]θε[ύς], Εὐθυ[γέ]νης Ἀριστάρχ[ος ․․․․․]ους Ἡρακλεῖδαι, καὶ μέσωι πάντε[ς]
55 καὶ χωρὶς ἕκαστος. {²XXIII}² [Θρα]συγόρας Χαρεστάδου {²⁷Χαρ[ι]σ[ι]άδου?}²⁷ ἐκ πόλεως παρὰ Σιμίου Ἀρίστιος Ἐσχα[τιώ]του καὶ παρὰ Ἀρίστιος Ἐσχα̣τιώτο[υ, οὗ κύρ]ιος Σῖμος Ἀρίστιο[ς Ἐσχατιώτη]ς, ἐπρίατο τὰς οἰκίας καὶ τὸν κέραμ[ον καὶ τὰ χω]-
ρία τὰ ἐν Αἰσίλει πάντα ὅσα [ἦν] Ἀρίστιος, καὶ τὰς ἐσχατιὰς καὶ ὕδατος ἀ[γω]γ̣ὰς τὰς οὔ[σ]α[ς] τῶν χωρίων τούτων, οἷς γείτονες Ἀλεξῖνος Καλλίο[υ, Κρ]άτης Ἰσοδή[μου, δραχμ]ῶν ἀργυρίου τετρακισ[χιλίων]
καὶ ἑπτακ[οσί]ων, πρατῆρες Ἁρπαλῖνος Ὀνήτορο[ς] Ἐλε̣ι̣[θυαιε]ὺς κα̣[τ]ὰ δια[κο]σίας πεντήκοντα, [Π]ασιτέκτων Συμμάχου Κλ[υμενεὺ]ς κα[τ’ ὀκτακοσίας πεντήκοντ]α, Ἱέρων Ἱεροπόλιος Ἐ[λειθυαιεὺς]
κατὰ διακοσίας, Εὐθύτης Ἡρακλείου Ἐλειθυαιεὺς κατὰ διακοσίας, Φιλίσκ[ος] Ι․․κανου(?) Θρυήσιος κατὰ ἑκατὸν εἴκοσιν, Θρασυγόρ[ας Μορυ]χί[ωνο]ς [Δονακεὺ]ς κατὰ πεντακοσί[ας, — — — Μο]-
ρυχίων[ος Δ]ονακεὺς κατὰ χιλίας ὀκτακοσίας τριάκον[τα], Ἀρχαγόρα[ς Μο]ρυχίωνος Δονακεὺς κατὰ πεντακο[σί]ας, Δημοκράτ[ης ․․․․․․]αίου Θε[στιάδη]ς κατὰ ἑκατόν, Κ[— — — —]
60 Κλυμενεὺς καὶ κοινὸν Θιασιτῶν κατὰ ἑκατὸν πεντήκοντα. {²XXIV}² Σῖμος Ἀναξικλ[είτου] Θρυήσιος παρὰ Φασίου(?) Μερόπου(?) Θεστιαδῶν, οἷς κύριο[ς ․․․․․․․]ς Σίμωνος Θρυήσιος, ἐ̣π̣ρίατο τ[ῶν χωρίων τῶν]
ἐν Ἐλαιοῦντι καὶ τῆς ἐσχατιᾶς καὶ τῆς οἰκίας καὶ τοῦ πύργου ὧν ἐπρίατο Ἄμφυλις [π]α[ρὰ] Κλεοθέας τῆς Κλεοθέου καὶ κυρίου [Κλ]εο[φάνους] π[ά]ντων τὰ ἡμίση, οἷς γεί[των — —, δρα]-
χμῶν ἀργυρίου ἑπτακοσίων πεντήκοντα, συνεπαινούσης [Κ]λεο[θ]έας [τ]ῆς Κλεοθέ[ου μετ]ὰ τοῦ κυρίου Κλεοφάνους. {²XXV}² Ξενόδημος [Μοι]ρηγ̣ένους Ἐλειθυαιεὺς π̣[αρὰ]
Ἰσάνδρου Θρυησί[ο]υ ἐπρίατο τῆς οἰκίας τῆς ἐν ἄστει τὴν ἡμίσεια[ν] κα[ὶ θύρ]ας τὰς ἐπούσας καὶ τοῦ οἰκοπέδου τὸ ἥμισυ, οἷς γείτων Ἀκεσίμβροτος, δραχ[μῶν ἀργυρίου]
διακοσίων πεντήκοντα, πάντα ὅσα ἐπρίατο Πεισικράτης παρὰ Θράσωνο[ς] Θρασ[υβ]ούλ[ου]· πρατή[ρ] {²⁶πρατῆρες}²⁶· Ἴσανδρος, Θηβαῖος Πεισικράτου[ς] Θρυήσιοι, Ἴσανδρος Φανοκλέο[υς — —],
65 καὶ μέσωι πάντες καὶ χωρὶς ἕκαστος παντὸς τοῦ ἀρ̣γ̣υρίου. Ἀρτε[μ]ισιῶνος· {²XXVI}² Καλλικράτης Σιμίου Ἐσχατιώτης παρὰ Θαρσαγόρου Ἀγάθωνος καὶ Σιμ[— — {²τοῦ δεῖνος}²]
Ἡρακλειδῶν καὶ φυλῆς Ἡρακ[λ]ειδῶν ἐπρίατο τὴν α̣[ἱμα]σιὰν τὴν ἐν Νευκλεί[ωι] τὴν καλουμένην Λιμένειαν, ἣν ἐ̣[π]ρία[ν]το παρὰ Θρασ̣υμήδους Ἡρακ[λείου Ἐλειθυαιέως(?), ἧι γείτο]-
νες Σιμίας, Κτήτων, δραχμῶν ἀργυρίου τετρακοσίων. Ἀρτε[μ]ισιῶν[ος ․․․․․]Λ[— — {²XXVII}² — — — — Ἐσ]χατιώτης παρὰ Καλλιφῶντος Κτήτωνος Ἡρακλειδῶν ἐπρίατ[ο τὸ χωρίον(?) τὸ]
ἐν Ἡρακλειδῶν, ἐν ὧι τὸ ἡρῶιόν ἐστιν τὸ ἐπάνω τῶν χωρίων τῶν — — —c.24— — —Χ․․#⁷․․Λ․․Ι κ[αὶ] χει[μά]ρρου[ς ὁ κα]ταρρέων εἰς τὴν ὁδόν, κατ[ὰ {²⁷καὶ?}²⁷ τὰ χωρία τὰ(?) Καλ]-
λιφῶντος, οἷς γείτονες Κτήτων, Σιμίας δραχμῶν ἀργυρίου τετρακοσίων πεντήκοντα· πρατὴρ Σωτάδης Ἀλκίππου Ἡρα[κλ]ειδῶν. Ταργηλιῶνος· {²XXVIII}² [— — — — —]-
70 που Ἐσχατιώτης μετὰ κυρίου Ἐπάνδρου Κλεάνορ[ο]ς [ἐκ πό]λεως παρ[ὰ ․․]λεως Λ[εοντ]άδ[ου ἐκ(?)] πόλεως ἐπρίατο τὴν οἰ[κ]ία[ν καὶ] τ[ὰ χ]ωρία τὰ ἐν Σαπήθωι πά[ντα, ὅσα ἐπρίατο — — — — —]
παρὰ Τιμοθέας, δραχμῶν ὀκτακοσίων πε[ν]τήκοντα. {²XXIX}² [Σ]ωσίας Φ[ιλ]ώτα(?) Ἐσ[χ]ατιώτης καὶ κύριος Ἀριστόξεν[ο]ς [Θ]εοφ[ά]νο[υ]ς Ἱακινθεὺς παρὰ Πραξ[— — — Ἐσχα]-
τιώτου καὶ κυρίου Φιλαρχίδου Ἱακι[ν]θέως ἐπ̣ρίατ̣ο τὴν [οἰ]κ[ίαν] τ[ὴ]ν ἐν [ἄ]στ̣ει, ἥ ἐστιν ἐν τόνωι ἕ[κτωι], ἧι γείτων Ἔπανδρος, δραχμῶν ἀργυρίου ἑξήκοντ[α· πρατὴρ {²ὁ δεῖνα}²]
Ἀριστοθέου Δονακεύς. {²XXX}² Ε[ὐθύ]της Ἡρακλείου Ἐλειθυ[αι]εύς, Ἀρχισ[τράτ]η[․․․․․․ ἐκ πό]λεως̣, [ἧ]ς κύριος Τιμόμαχος Τιμομάχο[υ Ἡ]ρακλείδης, ἀπέδκε τὴν οἰκίαν],
ἣ ἦν πρότερον Εὐβούλου, ἣν ἐπρίατο Πραξίας παρ’ Εὐβ[ού]λου κα[τ]ὰ δάνειον ἐπ’ ἄρχοντος Ἄρχου τοῦ Εὐπορίωνος, ἧι γείτονες Καλλιδ[ά]μας, Πανταλέω[ν — — —]
75 δραχμῶν ἀργυρίου ἑκατόν, συνεφίοντος κατὰ τὸ [δ][νειον κα]ὶ συνομο[λογ]οῦντος Πυθοκρ[ί]του Ἀνδρογένους ἐκ [πό]λεως. Ἕνει καὶ νέαι Ἐλειθυαιῶνος· {²XXXI}² — — — —
Κλυμενὶς μετὰ κυρίου Κλεομήδου [Πυ]θοσ̣τρατίδου Ἡρακλε[ι]δ[ῶν π]α[ρὰ ․․․․․․․․] Ἐσχατιώτ[ου καὶ κ]οιν[οῦ Ἡ]γεσ[ι]λειδῶν(?) ἐπρίατο τῆς οἰκίας τῆς ἐν ἄσ[τ]ει, ἣ ἦν πρότ[ερον <{²τοῦ δεῖνος}²>, τὸ μετέ]-
ωρον καὶ ὑπότυπον δραχμῶν ἀργυρίου ἑκατόν, οἷς γείτων Φιλαρχίδης Κλεοξένου Ἱακινθεύς, συνεπαινούσης Ἀριστομάχης τῆς Σωσιμένους μετὰ κυρίων τῶμ παίδ[ων αὐτῆς Πυρ]-
ράκου καὶ Θεσπιέως. Ἡραιῶ[ν]ος δευτέραι ἱσταμένου· {²XXXII}² Σωσι[μ]ένης Σωσικ[ρ]άτους Θρυήσιος παρὰ Θε[α]ι[ν]ῶς Δωροθέου Θεστιάδος καὶ κυρίου Δωροθέου Κριτοδήμου Θεστιάδ[ου ἐπρίατο τὴν οἰ]-
κίαν καὶ τὰ χωρία τὰ ἐμ Βαλανείωι π[άν]τα καὶ τὰ ὕδατα ὅσα ἐστὶν τῶν χ[ω]ρ[ίω]ν τούτων, οἷς γε[ί]των Καλλικράτης τὰ μ[έχρ]ι τοῦ ποταμοῦ, ὡς ὁρίζει τὸ τειχίον ὅ ἐστιν τέ[ρμα(?) τῶν]
80 χωρίων τῶν Καλλικράτους, ὅ ἀνάγει ἄ[νω] ἐς τὴν ὁδόν, καὶ ἀπὸ τῆς ὁδοῦ ὡς περιάγει π[ρὸ]ς τὴν κρήνην, ὡς ὁρίζει τὸ τειχίον τὸ Μελίσσωνος ὅ ἐστιν ἐν τοῖς χωρίοις τοῖς Καλλικρά[τους]
τοῦ Μελίσσωνος, ὡς περιάγει τὸ τειχίον κύκλωι καὶ ὡς ὁ χειμάρρους ἀ[ν]άγει ἄνω πρὸς τὰ ἐργάσιμα χωρία τὰ Καλλικράτους καὶ ὡς περιάγει τὸ τειχίον κύκλωι ἄ[χ]ρι πρὸς τ[ὸ τειχίον(?) ὅ]
ἐστιν ὅρος τῆς ἐσχατίας τῆς ἡμισέας πρὸς τὸν χειμάρρουν, ὃς κατάγει ἐπὶ θάλατταν καὶ ὁρίζει τὰ χωρία τὰ ἐργάσιμα τὰ Μνησῶς, καὶ πίθους ἑπτὰ καὶ ὅλμον καὶ θυρῶν ζευγί[α {²numerus}²]
δραχμῶν ἀργυρίου πεντακοσίων· πρατῆρες Κόνων Φερεκλέους Θεστιάδης κατὰ ἑκατὸν εἴκοσι πέντε δραχμάς, Δημέα[ς Νι]κομά[χου Θεστι]άδης κατὰ ἑκατὸν εἴκοσι πέντε
δραχμάς, Νεοπτόλεμος, Διαγόρας Ἀστίου Θεστιάδα[ι] κατὰ ἑκατὸν εἴκοσι πέντε δραχμάς· Βόηθος Δωροθέου Θεστιάδης κατὰ ἑκατ[ὸν ε]ἴκοσι πέντε δραχμάς· πρατορεύει
85 Βόηθος καὶ [κ]ατὰ [τ]ὰς τριακοσίας ἑβδομήκο[ντα] π̣έντε δ[ραχμάς]. {²XXXIII}² Στράτιος [Π]ανταλέοντος Θρυήσιος παρὰ Ἰφικρίτης Χαιρέ[λα Ἐλ]ε[ιθυαΐ]δος μετὰ κυρίων Τιμοκράτους καὶ Χα[ιρέ]-
λα Χαβυσσ[ίου] Θεστιάδ[ῶν] ἐπρίατο τὴν οἰκία[ν] τὴν ἐν ἄστει, ἧι γείτονες Ἀντικλῆς, Νεο[π]τ̣[ό]λ[εμος], δραχμῶν ἀργυρίου χιλ[ίων, πρα]τῆρε[ς Τιμοκράτ̣ης καὶ Χαιρέλας Χαβυσσ[ίου]
Θεσ[τ]ιάδαι. {²XXXIV}² Ἀριστονόη Νι[κοσ]τράτου φ[υ]λ[ῆ]ς Ση[σ]ταϊδῶ[ν μ]ετὰ κυρίου Πα[ντ]αρ̣[ί]δου Πανταλέοντος [Θρ]υ[η]σί[ου παρὰ Χαιρ]έλ[α Χαβυσσίου] Θεστιάδου ἐπρίατο τὴν
οἰκίαν καὶ τὰ [χωρί]α τ̣ὰ ἐν Κασμενείωι καὶ τὰς ἐσχατιὰς ὅσαι εἰσὶ τῶν χωρίων τούτων, οἷς γείτονες Πύρρακος, Χαρτάδη̣ς, δρα[χ]μ[ῶν][ρ]γυρίο[υ] τετρακισχιλίων ἐνακοσίων
πεντ[ή]κοντα [τῆς ἐπι]λοίπου τιμῆς ἧς προσώφειλε Χαιρέλας Ἀριστον[ό]ηι ἀπὸ τῆς τιμῆς τῶν χωρίων τῶν ἐν Αἰσίλει καὶ ἐ[ν Κασ]μενε[ί]ωι ὧν ἐπρίατο παρὰ Ἀριστονόης.
90 {²XXXV}² Ἀγλ[αῒ]ς Αἰν[έτου(?)] ἐκ πόλ[εω]ς, [ἧ]ς [κ]ύριος Ἰσόδημος Ἰσοδήμου [Δο]νακε[ύς], παρὰ [Δ][ω]νος Σ̣τ[ρ]α[τ]ίου ἐκ πόλεως ἐπρ[ί]ατο τὴν οἰκίαν καὶ τὰ χωρία τὰ ἐμ Πανό[ρμωι τὰ κ]αλούμενα
ἐμ Μηλίαι, οἷς γείτονε̣ς̣ Π[ε]τ[άλ]η, Βακχίων, καὶ τὰς ἐσ[χατ]ιὰς ὅσαι εἰσὶν τῶν χωρ[ίω]ν [τού]των, δραχμῶν ἑπτακοσίων· πρατὴρ Ἡγ̣[έ]λεως Τ[ε]λεστράτου Θρυ[ήσιος. — —]ων νουμη-
νια· {²XXXVI}² Ἡγέας Ἄμφ[ιο]ς Ἐλειθυα[ιεὺς π]αρὰ Χαι̣[ρέλ]α Χαβυσσίου Θ[ε]στιάδος {²⁶Θεστιάδου}²⁶ καὶ παρὰ Φειδῶς Χαβυσσίου Θεστιάδος καὶ παρὰ Ἰφικρίτης Χαιρέλα Ἐλειθυαΐδος μετὰ κυρίων [Τιμοκράτο]υς καὶ Χαιρέλ[α]
Χαβυσσίου Θεστιαδῶν ἐπρίατο τὴν οἰκίαν καὶ τὰ χωρία τὰ ἐν Γύραι πάντα, [ὅ]σα ἦν Χαβυσσίου τοῦ πατρὸς τοῦ Χαιρέλα καὶ Φειδῶς, οἷς γείτονες Ἀρίστανδρος Μαντινεύς, καὶ μέσ[ωι παρὰ] πάντων
καὶ χωρὶς παρ’ ἑκάστου ὅλον τὸ χωρίο[ν], καὶ τὰς ἐσχατιὰς πάσας αἵ ε[ἰ]σι τῶν χωρίων, καὶ τὰ ὕδατα ὅσα ἐστὶ τῆς γεωργίας, καὶ τὸν κέραμον τὸν ὄντα καὶ θύ[ρας τὰς] ἐπούσ[ας]
95 καὶ τὰ ἄλ[λα] σκεύη δραχμῶν ἀργυρίου ἑξακισχιλίων, πρατῆρες Στράτιος Πανταλέοντος Θρυήσιος κατὰ χιλίας, Πολυκράτης Ἐπικράτους Δονακεὺς κατὰ χιλ[ίας], Πασίφιλ[ος]
Φιλήμονος ἐ̣κ̣ [πό]λεω[ς], Πανταρίδης Πανταλέοντος Θρυήσιος, Τιμοκράτης Χαβυσσίου Θεστιάδης, Αἰνησίας, Ἀριστῶναξ Ἀριστολόχου Θεστιάδαι καὶ μέσωι πάντες καὶ χωρὶς ἕκα[σ]-
τος παντὸς τοῦ ἀργυρίου. {²XXXVII}² Αἰνησίας Ἀφιστολόχου Θεστιάδης παρὰ Πασιφῶντος Πειρίου Δονακέως ἐπρίατο τὴν οἰκίαν τὴν ἐν ἄστει ἧι γείτονες Ἀριστείδης, Νεοπρ[έπης(?)]
δραχμῶν ἀργυρίου ἑξακοσίων πεντήκοντα, ἣ τετίμηται Φιλήμονι· πρατῆρες Φιλήμων Πασιφίλου, Πασίφιλος Φιλήμο[νο]ς ἐκ [πό]λεως. {²XXXVIII}² Ἀριστῶναξ Ἀριστολόχου Θεστιά[δης]
παρὰ Φειδῶς Χαβυσσίου Θεστιάδ[ου] μετὰ κυρίων Τιμοκράτου καὶ Χαιρέλα Χαβυσσίου Θεστιαδῶν ἐπρίατο τῆς οἰκίας καὶ τῶν χωρίων τῶν ἐν Ἠρίσθωι καὶ τῶν ἐσχατιῶν καὶ τ[οῦ]
100 ὕδατος πάντων τὰ [ἡμί]σ̣η ὅσα ἦν Χαιρέλα {²⁹Χαβυσσίου}²⁹ τ[ο͂]υ πατρὸς τοῦ Φει[δ]ῶς, οἷς γείτονες Ἰφικρίτη καὶ τὰ παιδία τὰ Δεικράτου[ς], δραχμῶν ἀργυρίου δισχιλίων πεντακοσίων· πρατ[ῆ]-
ρες Τιμοκρά[τ]ης καὶ Χαιρέλας Χ[αβυσ]σί[ου] Θεστιάδ[αι]. {²XXXIX}² Ἰφικρίτη Χαιρέλα Ἐλαιθυαῒς μετὰ κυρίων Τιμοκράτου Χαιρέλα Χαβυσίσου Θεστιάδου παρ’ Ἀρχαγόρου Μορυχίω-
νος Δονακέως ἐπρίατο τὴν οἰκίαν καὶ τὰ χωρία τὰ ἐν [Ἐλε]ιθυαίωι πάντα ὅσα ἐπρίατο Ἀρχαγόρας παρ’ Ἰφικρίτης, ο[ἷς] γείτονες Κλεαγόρας, Ἀριστοφάνης, δραχμῶν ἀργυρίου
πεντακισχιλίων. ἀγαθεῖ τύχει· ἐπ’ ἄρχοντος Ἀ[μ]ειν[ό]λα, [μ]ηνὸς Βουφονιῶνος πέμπτει ἱσταμένου· {²XL}² Φανικὼ Πασιφίλου ἐκ πόλεως μετὰ κυρίου Πασιφίλου Φιλήμονος
ἐκ πόλεως παρ’ Ἰφικρίτης Χαιρέλα Ἐλειθυιαΐδος μετὰ κυρ[ί]ων Τιμοκράτου, Χαιρέλα Χαβυσσίου Θεστιαδῶν ἐπρίατο τὴν οἰκίαν καὶ τὰ χωρία τὰ ἐν Ἐλειθυαίωι κ[αὶ τὰ]ς ἐσχα-
105 τιὰς καὶ τὰ ὕδατα τὰ προσόντα τοῖς χωρίοις καὶ τὰ σκεύη ὅσα ἐσ̣τὶν τῆς γεωργίας, οἷς γείτονες Χαιριππίδης Κλεαγό[ρα]ς, δραχμῶν ἀργυρίου ὀκτακισχιλίων, πρατῆρες καὶ μέ-
σωι καὶ χωρ[ὶ]ς Τιμοκράτης, Χαιρέλας Χαβυσσίου Θεστιάδαι. {²XLI}² Ἔπανδρος Ἡγέλεω Κλυμενεὺς παρὰ Φανικῶς Πασιφίλου ἐκ πόλεως μετὰ κυρίου Πασιφίλου Φιλήμονος ἐκ πόλεω[ς]
ἐπρίατ[ο] τῶν χωρίων καὶ τῆς οἰκίας τῶν ἐν Ἐλειθυαίωι πάντων τὰ ἡμίση καὶ τῶν ἐσχατιῶν, πάντων ὧν ἐπρίατο Φανικὼ παρὰ Ἰφικρίτης, οἷς γείτονες Κλεαγόρας, Χαιριπ[πί]-
δης, δραχμῶν ἀργυρίου τετρακισχιλίων, πρατῆρες καὶ βεβαιωταὶ τῶν χωρίων καὶ τῆς οἰκίας Φιλή[μω]ν Πασιφίλου ἐκ πόλεως, Πασίφιλος Φιλήμονος καὶ μέσωι καὶ χωρίς.
ἔπ’ ἄρχοντος Ἀμεινόλα, μηνὸς Βουφονιῶνος· {²XLII}² Ἀλκίππη Κλεοφάνου Ἐ[λ]ε[ιθυ]αῒς μετὰ κυρίου Ἡγέλεω Ἐπάνδρου Κλυμενέως παρὰ Καλλιῶς, Διοδήμου Θεστιαδῶν καὶ κυρίου Διαίτ[ου]
110 Ποσειδωνίου Θεστιάδου ἐπρίατο τὴν οἰκίαν τὴν ἐν ἄστει ἥ ἐστιν ἐν τόνωι τρίτωι, ἧι γείτονες Πολύαινος, Ἀπήμαντος, πᾶσαν ὅσην ἐπρίατο Καλλιὼ καὶ ὁ κύριος Δίαιτος παρὰ Θεοδίππου,
δραχμῶν ἀργυρίου ἐνακοσίων, πρατὴρ Κλεαγόρας Μενίππου Ἐλειθυαιεύς. {²XLIII}² Ἀριστοκύδης Τελ[ε]σ̣αγόρου Ἡρακλειδῶν παρὰ Σωκλέους Λευκίππου Θρυησίου ἐπρίατο τὰ χωρία τὰ
ἐν Νοθιαδῶν, ἃ ἐπρίατο Λεύκιππος παρ’ Ἀριστύλου πάντα, [οἷς γε]ίτων Φιλοκλῆς, καὶ τὴν οἰκίαν κ[αὶ τὰ] σκεύη ὅσα ἐστι τῶν χωρίων, καὶ ὕδατος ἀγωγὰς τὰς οὔσας τῶν χωρίων, δραχμῶν ἀργυ-
ρίου δισχιλίων πεντακοσίων· πρατῆρες Πολύμνηστος Ἀν[τι]χάρο[υς Θεσ]τ[ι]άδης [Α]ὔτων ․․․․․․․․οκλέους Θρυήσιος· Βουφονιῶνος πέμπτει ἱσταμένου {²XLIV}² Ἀρτύμαχος Ἀριστάρχου Ἡρακλε[ι]-
δῶν παρὰ Θεσπιέως Θεσπιέως ἐκγ πόλεως καὶ Ἀριστώνακτος Ἀριστολόχου Θεστιάδου καὶ κοινοῦ Θεοξενιαστῶν, συνεπαινοῦντος καὶ συνπωλοῦντος Εὐθυγένους,
115 ἐπρίατο τὴν οἰκίαν καὶ τὰ χωρία τὰ ἐν Ἱακίνθωι τὰ καλούμενα Σωσιβίεια, ἃ ἐπρίατο Θεσπιεὺς καὶ Εὔβιος καὶ κοινὸν Θεοξενιαστῶν παρ’ Εὐθυγένους, οἷς γείτονες Ἀρτύμαχος,
Πλείσταρχος, δραχμῶν ἀργυρίου τριακοσίων, συνεπαινοῦντος Εὐφράνορος. {²XLV}² Θεσπιεὺς Θεσπιέως ἐκ πόλεως καὶ Ἀριστῶναξ Ἀριστολόχου Θεστιάδης καὶ κοινὸν
[Θ]εοξενιαστῶν παρ’ Ἀρτυμάχου Ἀριστάρχου Ἡρακλείδο[υ] {ων} ἐπρίατο τὰ χωρία τὰ ἐν Ἱακίνθωι τὰ καλούμενα Σωσιβ̣ί̣εια πάντα ὅσα ἐπρίατο Ἀρτύμαχος παρὰ Θεσπι-
έως καὶ Ἀριστών[ακ]τος καὶ κοινοῦ Θεοξενιαστῶν οἷς γείτονες Ἀρτύμαχος, Πλείσταρχος, δραχμῶν ἀργυρίου τριακοσίων, συνχωρούσης καὶ συνεπαινούσης Μαντῶς
Δημοκρίνου ἐκ πόλεως μετὰ κυρίου Ἀρτυμάχου Ἀριστάρχου Ἡρακλείδου. πρατῆρες Δημοκρίνης Δημονίκου ἐκ πόλεως, Δημόνικος, Θεόφρων Δημονίκου ἐκ πόλεως.
120 {²XLVI}² Φῶκος Φωκίωνος Θρυήσιος παρ’ Ἀθηνάδου Ἀμφιθέου Θεστιάδου, οὗ κύριος Ἀναξίθεος Ἀθηνάδου Θεστιάδης, ἐπρίατο τὴν οἰκίαν καὶ τὸ χωρίον τὸ ἐν Ἐλειθυαίωι δραχμῶν
ἀργυρίου χιλίων τετρακοσίων, ἃ ἀπέδωκε Φῶκος Ἀθηνάδει δανειζόμενος παρ’ Ἀθηνάδου χιλίας καὶ τετρακοσίας δραχμάς, οἷς γέιτων Φάραξ, Νεοντόλεμος. Ἀπατου-
ριῶνος δωδεκάτει· {²XLVII}² Ἀμφικλῆς Φανοκλέους Ἐσχατιώτης παρὰ Θεοκλείας Πασιφίλου ἐκ πόλεως μετὰ κυρίου Θεαινέτου Πασιφίλου ἐκ πόλεως ἐπρίατο ἐν τῶι ἄστει
ἐν τόνωι ἑβδόμωι τὸ μετέωρον οἴκημα τὸ ἐπ[ὶ τε]ῖ εἰσόδωι κα[ὶ κ]έραμον τὸν ἐπόντα καὶ θύρας τὰς ἐπούσας καὶ δίοδον εἰς τὴν οἰκίαν· ἧι γείτονες Φάραξ, Λεωδάμας.
Search Help
Contact Us