[ ]
Tenos — 2nd c. BC
| 1 | [ἔδοξε]ν τοῖς συνέδροις καὶ τῶι δήμωι· ἐπειδὴ Διότι- |
| μος Διοδότου, Ἱερώνυμος Ἱερωνύμου, Σωσίστρατος Δη- | |
| μοκράτου οἱ ἐξαποσταλέντες δικασταὶ ὑπὸ τοῦ δήμου | |
| τοῦ Τηνίων ἐπὶ τὰς κατὰ πόλιν δίκας τὴν τε ἀναστρο- | |
| 5 | φὴν καὶ ἐνδημίαν ἐποιήσαντο ἀξίως τε τῆς ἐξαποστει- |
| λάσης αὐτοὺς πόλεως καὶ τῶν προσμεταπεμψαμέ- | |
| νων, τούς τε ἔχοντας τὰς δίκας τοὺς μὲν πλείστους | |
| συνέλυσαν ἀνεγκλήτως, οὓς̣ [δ]ὲ̣ μ̣ὴ̣ ἠδ̣υ̣νήθη̣[σ]α̣ν δια̣- | |
| κούσαντες ἐδίκασαν ἴσ[ω]ς κα̣ὶ δι[κ]αί̣[ω]ς, [οὐ]δὲ[ν] ἐ̣νλείποντ[ες] | |
| 10 | καλοκαγαθίας εἰς τὸ τ[υ]χ̣[εῖν π]ά̣ν̣[τας τ]οῦ δικαίου, βουλό- |
| μενοι τὸ πολίτευμα κατ̣[αστῆσαι ε]ἰς [ὁ]μ[ό]νοιαν· περὶ | |
| δὴ τούτων, ἵνα [καὶ ὁ ἡμέτερος δῆμος φαίνη]ται ἀντευ- | |
| [ε]ρ̣[γ]ετῶν ταῖς πλ[εί]στ̣αις τιμ̣αῖς τοὺς εἰς τὰ τοιαῦ- | |
| [τα ἑ]αυτοὺς ἐ̣π[ιδιδόντα]ς, δεδόχθαι τοῖς συνέδροις | |
| 15 | [καὶ] τῶι δήμωι, ἐπαιν[έσαι μὲν τὸν δῆμον τὸν Τηνίων] |
| ἐπὶ τῶι προνσηθῆναι καὶ ἐξαποστεῖλαι ἄνδρας καλοὺς | |
| [κ]αὶ ἀγαθούς, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στε- | |
| [φάνωι· ἐπαινέσαι δὲ] καὶ τοὺς δικαστὰς ἐπὶ ταῖς | |
| [κριν]ομέναις ὑπ’ αὐτῶν δίκαις, καὶ στεφανῶσαι ἕ- | |
| 20 | [κ]α[σ]τον αὐτῶν θα[λ]λοῦ στεφάνωι, ὧι πάτριόν ἐστι |
| [στ]εφαν[ῶ]σ[αι]· καὶ ἵνα τοῖς ἀξίοις ὑπά[ρχηι τὰ πα]- | |
| [ρ]ὰ τοῦ δήμου φιλάνθρωπα, ἀγαθῆι τύ[χη]ι, δοῦνα[ι] | |
| [πρ]οξενίαν Διοτίμωι Διοδότου, Ἱερωνύμωι Ἱε[ρω]- | |
| [ν]ύμου, Σωσιστράτωι Δημοκράτου — — — — — — — — | |
| 25 | — — — — — — — — — — — — — — — — — — — — — — — — |