[ ]
Tenos — 2nd c. BC
| 1 | [— — — — — — — — — — — — — — — —] |
| [καὶ τοὺς] ξένους ὑ[φ’ ἡμέρας δύο] | |
| [ἀποδεικνύ]μενο<ι> δ[ι]ὰ π̣αντ̣ὸ̣ς̣ [τ]ὴ[ν π]ρ̣ὸ̣ς̣ [τὸν] | |
| [δῆ]μον ἐ̣κτ{κτ}ένειαν {²⁶ἐκτένειαν}²⁶ καὶ φιλοτιμίαν· [ὅπως] | |
| 5 | [οὖν] καὶ τὸ κοινὸν τῆς φυλῆς τῆς Δονακέων |
| [φα]ίνηται εὐχαριστοῦν τοῖς ἀγαθοῖς | |
| [ἀν]δράσιν, δεδόχθαι τῶι κοινῶι, ἐπαινέσαι | |
| [μὲ]ν Μήδειον Μηδείου καὶ Σουνιάδην | |
| [Κ]αλλιφῶντο[ς] καὶ Μήδειον Σουνιάδου | |
| 10 | τὸν ἱερέα τοῦ Ἀσκληπιοῦ καὶ στεφανῶσαι ἕ- |
| [κ]αστον θαλλοῦ στεφάνωι, ἀρετῆς ἕνεκεν | |
| [κ]αὶ φιλοτιμίας [τ]ῆς εἴς τε τὸ κοινὸν τῆς φυ- | |
| λῆς τῆς Δονακέ[ω]ν καὶ εἰς πάντας τοὺς πολί- | |
| τας· δεδόσθαι δὲ αὐτοῖς καὶ τοῖς ἐκγόνοις | |
| 15 | αὐτῶν μετουσίαν τῆς φυλῆς τῆς [Δο]ν[α]- |
| κέων καὶ χρημάτων κ[α]ὶ θυ[σιῶν] κ̣αὶ τῶν ἄλ- | |
| λων πά[ντων, ἀ]ν[αγ]ρά[ψ]α[ι] δὲ καὶ τὸ ψήφισ- | |
| μα τόδε εἰς στήλας λιθίνας δύο, καὶ στῆ- | |
| σαι τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ, | |
| 20 | τὴν δὲ εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ |
| τῆς Ἀμφιτρίτης· τὸ δὲ ἀνάλωμα εἰς ταῦ- | |
| τα δότωσαν οἱ ἄρχοντες ἀπὸ τῶν τῆς | |
| φυλῆς προσόδων. |