[ ]
Tenos — 2nd c. BC
| 1 | Ἱακινθέων. |
| [ἔ]δοξεν τῶι κοινῶι τῆς φυλῆς τῆς Ἱακινθέων· οἱ ἄρχοντες εἶπαν· | |
| ἐπειδὴ Μήδειος Μηδείου καὶ Σουνιάδης Καλλιφῶντος ἔν τε | |
| ταῖς πολιτικ̣α̣[ῖ]ς̣ λειτουργίαις καὶ ἐν τεῖ λοιπεῖ ἀναστροφεῖ ἄν- | |
| 5 | [δ]ρες ἀγαθοί εἰσιν καὶ φιλότιμοι καὶ Μήδειος μὲν ἐγδιδόμενος |
| [τ]ὴν θυγατέρα Φιλίππην Σουνιάδης δὲ λαμβάνων, τοῖς γάμ̣[οις] | |
| ἐσιτομέτρησαν καὶ ἑστίασαν τοὺς πολίτας πάντας καὶ τοὺς | |
| ξένους ἐφ’ ἡμέρας πλείους καὶ συντελοῦντε̣ς̣ τ̣ὸ̣[ν τελεσ]- | |
| μὸν καὶ τὴν θυσίαν τῶι Ἀσκληπιῶι και τῶι Ἀπόλλωνι καὶ τοῖς | |
| 10 | ἄ̣λλοις τοῖς ἐν τῶι τεμένει θεοῖς ὑπὲρ τοῦ υἱοῦ τοῦ Σουνι[ά]- |
| δου Μηδείου, ἐσιτομέτρησαν καὶ παρεκάλεσαν ἐπὶ τὰς σπο[ν]- | |
| δὰς καὶ τὰς θυσίας τοὺς πολίτας πάντας καὶ τοὺς παρεπιδη- | |
| μοῦντας ξένους ἐφ’ ἡμέρας δύο, ἀποδεικνύμενοι τὴν πρὸς | |
| τὸν δῆμον ἐκ[τ]ένειαν καὶ φιλοτιμίαν· ὅπως οὖν καὶ τὸ κοι- | |
| 15 | ν̣ὸν τῆς φυλῆς τῆς Ἱακινθέων φαίνηται εὐχάριστον τοῖς ἀ[γα]- |
| [θ]οῖς ἀνδράσιν· δεδόχθαι τῶι κοινῶι τῶι Ἱακινθέων· ἐπαινέ- | |
| σαι Μήδειον Μηδείου καὶ Σουνιάδην Καλλιφῶντος καὶ Μήδε̣[ι]- | |
| ον Σουνιάδου τὸν ἱερέα τοῦ Ἀσκληπιοῦ καὶ στεφανῶσαι ἕκασ- | |
| τον θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας τῆς | |
| 20 | εἰς τὸ κοινὸν τὸ Ἱακινθέων καὶ πάντας τοὺς πολίτας· δεδό[σ]- |
| θαι δὲ αὐτοῖς καὶ τοῖς ἐκγόνοις αὐτῶν μετουσίαν τῆς φυ- | |
| λῆς τῆς Ἱακινθέων καὶ χρημάτων καὶ θυσιῶν καὶ τῶν ἄλλω[ν] | |
| πάντων· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στήλας λι- | |
| θίνας δύο καὶ στῆσαι τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ, | |
| 25 | τὴν δ’ εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης· τὸ |
| δὲ ἀνάλωμα εἰς ταῦτα δότωσαν οἱ ἄρχοντες ἀπὸ τῶν | |
| τῆς φυλῆς προσόδων. |