[ ] Tenos — 2nd c. BC
1                         Ἱακινθέων.
[ἔ]δοξεν τῶι κοινῶι τῆς φυλῆς τῆς Ἱακινθέων· οἱ ἄρχοντες εἶπαν·
ἐπειδὴ Μήδειος Μηδείου καὶ Σουνιάδης Καλλιφῶντος ἔν τε
ταῖς πολιτικ̣α̣[ῖ]ς̣ λειτουργίαις καὶ ἐν τεῖ λοιπεῖ ἀναστροφεῖ ἄν-
5 [δ]ρες ἀγαθοί εἰσιν καὶ φιλότιμοι καὶ Μήδειος μὲν ἐγδιδόμενος
[τ]ὴν θυγατέρα Φιλίππην Σουνιάδης δὲ λαμβάνων, τοῖς γάμ̣[οις]
ἐσιτομέτρησαν καὶ ἑστίασαν τοὺς πολίτας πάντας καὶ τοὺς
ξένους ἐφ’ ἡμέρας πλείους καὶ συντελοῦντε̣ς̣ τ̣ὸ̣[ν τελεσ]-
μὸν καὶ τὴν θυσίαν τῶι Ἀσκληπιῶι και τῶι Ἀπόλλωνι καὶ τοῖς
10 ἄ̣λλοις τοῖς ἐν τῶι τεμένει θεοῖς ὑπὲρ τοῦ υἱοῦ τοῦ Σουνι[ά]-
δου Μηδείου, ἐσιτομέτρησαν καὶ παρεκάλεσαν ἐπὶ τὰς σπο[ν]-
δὰς καὶ τὰς θυσίας τοὺς πολίτας πάντας καὶ τοὺς παρεπιδη-
μοῦντας ξένους ἐφ’ ἡμέρας δύο, ἀποδεικνύμενοι τὴν πρὸς
τὸν δῆμον ἐκ[τ]ένειαν καὶ φιλοτιμίαν· ὅπως οὖν καὶ τὸ κοι-
15 ν̣ὸν τῆς φυλῆς τῆς Ἱακινθέων φαίνηται εὐχάριστον τοῖς ἀ[γα]-
[θ]οῖς ἀνδράσιν· δεδόχθαι τῶι κοινῶι τῶι Ἱακινθέων· ἐπαινέ-
σαι Μήδειον Μηδείου καὶ Σουνιάδην Καλλιφῶντος καὶ Μήδε̣[ι]-
ον Σουνιάδου τὸν ἱερέα τοῦ Ἀσκληπιοῦ καὶ στεφανῶσαι ἕκασ-
τον θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας τῆς
20 εἰς τὸ κοινὸν τὸ Ἱακινθέων καὶ πάντας τοὺς πολίτας· δεδό[σ]-
θαι δὲ αὐτοῖς καὶ τοῖς ἐκγόνοις αὐτῶν μετουσίαν τῆς φυ-
λῆς τῆς Ἱακινθέων καὶ χρημάτων καὶ θυσιῶν καὶ τῶν ἄλλω[ν]
πάντων· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στήλας λι-
θίνας δύο καὶ στῆσαι τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ,
25 τὴν δ’ εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης· τὸ
δὲ ἀνάλωμα εἰς ταῦτα δότωσαν οἱ ἄρχοντες ἀπὸ τῶν
τῆς φυλῆς προσόδων.
Search Help
Contact Us