[ ]
Tenos — 2nd c. BC
1 | Ἱακινθέων. |
[ἔ]δοξεν τῶι κοινῶι τῆς φυλῆς τῆς Ἱακινθέων· οἱ ἄρχοντες εἶπαν· | |
ἐπειδὴ Μήδειος Μηδείου καὶ Σουνιάδης Καλλιφῶντος ἔν τε | |
ταῖς πολιτικ̣α̣[ῖ]ς̣ λειτουργίαις καὶ ἐν τεῖ λοιπεῖ ἀναστροφεῖ ἄν- | |
5 | [δ]ρες ἀγαθοί εἰσιν καὶ φιλότιμοι καὶ Μήδειος μὲν ἐγδιδόμενος |
[τ]ὴν θυγατέρα Φιλίππην Σουνιάδης δὲ λαμβάνων, τοῖς γάμ̣[οις] | |
ἐσιτομέτρησαν καὶ ἑστίασαν τοὺς πολίτας πάντας καὶ τοὺς | |
ξένους ἐφ’ ἡμέρας πλείους καὶ συντελοῦντε̣ς̣ τ̣ὸ̣[ν τελεσ]- | |
μὸν καὶ τὴν θυσίαν τῶι Ἀσκληπιῶι και τῶι Ἀπόλλωνι καὶ τοῖς | |
10 | ἄ̣λλοις τοῖς ἐν τῶι τεμένει θεοῖς ὑπὲρ τοῦ υἱοῦ τοῦ Σουνι[ά]- |
δου Μηδείου, ἐσιτομέτρησαν καὶ παρεκάλεσαν ἐπὶ τὰς σπο[ν]- | |
δὰς καὶ τὰς θυσίας τοὺς πολίτας πάντας καὶ τοὺς παρεπιδη- | |
μοῦντας ξένους ἐφ’ ἡμέρας δύο, ἀποδεικνύμενοι τὴν πρὸς | |
τὸν δῆμον ἐκ[τ]ένειαν καὶ φιλοτιμίαν· ὅπως οὖν καὶ τὸ κοι- | |
15 | ν̣ὸν τῆς φυλῆς τῆς Ἱακινθέων φαίνηται εὐχάριστον τοῖς ἀ[γα]- |
[θ]οῖς ἀνδράσιν· δεδόχθαι τῶι κοινῶι τῶι Ἱακινθέων· ἐπαινέ- | |
σαι Μήδειον Μηδείου καὶ Σουνιάδην Καλλιφῶντος καὶ Μήδε̣[ι]- | |
ον Σουνιάδου τὸν ἱερέα τοῦ Ἀσκληπιοῦ καὶ στεφανῶσαι ἕκασ- | |
τον θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας τῆς | |
20 | εἰς τὸ κοινὸν τὸ Ἱακινθέων καὶ πάντας τοὺς πολίτας· δεδό[σ]- |
θαι δὲ αὐτοῖς καὶ τοῖς ἐκγόνοις αὐτῶν μετουσίαν τῆς φυ- | |
λῆς τῆς Ἱακινθέων καὶ χρημάτων καὶ θυσιῶν καὶ τῶν ἄλλω[ν] | |
πάντων· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στήλας λι- | |
θίνας δύο καὶ στῆσαι τὴν μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ, | |
25 | τὴν δ’ εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτης· τὸ |
δὲ ἀνάλωμα εἰς ταῦτα δότωσαν οἱ ἄρχοντες ἀπὸ τῶν | |
τῆς φυλῆς προσόδων. |