[ ] Tenos — 2nd c. BC
1 [ἔδοξεν τῶι κο]ινῶι τῆς φυλῆς̣ τῆς̣ Ἡ̣ρα̣κ̣λ̣ε̣ιδῶν· οἱ [ἄ]ρ̣χ̣[οντες εἶπαν· ἐ]-
πε̣[ιδ]ὴ Μήδ[ε]ιος Μηδείου καὶ Σουνιάδης Καλλιφῶ[ντος ἔν τε ταῖς]
πολ[ι]τικαῖς̣ λειτουργίαις καὶ [ἐ]ν τεῖ λοιπεῖ ἀν[α]σ[τροφεῖ ἄν]-
δ̣ρ[ες ἀγαθοί εἰσιν] καὶ φιλότιμ[οι] κ̣α̣[ὶ] Μ̣ή̣[δειο]ς [μὲ]ν ἐ̣γ[διδόμενος τὴν θυ]-
5 γα̣τ̣έ̣ρ̣α̣ Φ̣[ι]λ̣[ίππην, Σουνιάδης δὲ λαμβάνων, τοῖς γάμοις ἐσιτομέτρη]-
σαν καὶ ἑστία̣[σ]αν̣ [τοὺς π]ολίτ[α]ς [πάντας καὶ τοὺς ξένους ἐφ’ ἡμέ]-
[ρα]ς πλείους, καὶ σ[υν]τε̣[λοῦντες τὸν τελεσμὸν καὶ τὴν] θυ[σ][αν τῶι]
[Ἀσ]κληπ̣[ι]ῶι καὶ τῶι Ἀ̣π̣[όλλωνι καὶ τοῖς ἄλλοις τοῖς ἐν τῶ]ι τε[μένει]
[θε]οῖς [ὑ]πὲρ τοῦ υἱοῦ τοῦ Σ̣[ουνιάδου Μηδείου ἐσιτομέτρησαν καὶ]
10 [παρ]εκάλεσαν ἐπ̣ὶ τὰς <σ>πον̣δ[ὰς καὶ τὰς θυσίας τοὺς πολίτας πάν]-
τας καὶ τοὺς παρεπιδημ[οῦ]ν[τας ξένους ἐφ’ ἡμέρας δύο, ἀποδει]-
[κ]ν̣ύμενοι τὴν πρὸς τὸν δῆμ[ον ἐκτένειαν καὶ φιλοτιμίαν· ὅπως]
[ο]ὖν καὶ τὸ κοινὸν τῆς φυλῆς τῆ̣[ς Ἡρακλειδῶν φαίνηται εὐχάριστον]
[τ]οῖς ἀγαθοῖς ἀνδράσιν· δεδόχθα̣[ι τῶι κοινῶι τῶι Ἡρακλειδῶν· ἐ]-
15 παι[ν]έσαι Μήδειον Μηδείου καὶ [Σου]νι[άδην Καλλιφῶντος καὶ Μ]ή-
δειον Σουνιάδου τὸν ἱερέα τοῦ Ἀ̣σ̣[κ]ληπ̣[ιοῦ καὶ στεφανῶσαι ἕκασ]-
τον θαλλοῦ στεφάνωι ἀρετῆ̣[ς ἕνεκεν καὶ φιλοτιμίας τῆς εἰς τὸ]
κοινὸν τὸ Ἡρακλειδῶν καὶ πάν̣[τας τοὺς πολ]ίτ[ας]· δ[ε]δ[όσθαι δὲ]
αὐτοῖς καὶ τοῖς ἐκγόνοις αὐτῶ[ν μετου]σ[ίαν τῆς φυ]λ̣ῆς τῆς [Ἡρα]-
20 κλειδῶν καὶ χρημάτων καὶ θυσι[ῶ]ν κ̣α̣[ὶ τῶν ἄλλων πάν]τ̣ων· ἀ[να]-
γράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στ[ήλας λιθί]να̣[ς] δύ[ο] κ̣α̣ὶ [σ]τ[ῆσαι]
τὴμ μὲν εἰς τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ, τὴν [δὲ εἰς] τὸ̣ ἱ[ερὸν τ]οῦ Π[οσει]-
δῶνος καὶ τῆς Ἀμφιτρίτης· τὸ δὲ ἀνάλωμ̣α̣ εἰ[ς] τ̣[α]ῦτα δ[ότω]-
σαν οἱ ἄρχοντες ἀπὸ τῶν τῆς φυλῆς π̣ρ[οσόδω]ν.
Search Help
Contact Us